ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

ΙΣΤΟΡΙΚΟ ΙΕΡΟΥ ΠΡΟΣΚΥΝΗΜΑΤΟΣ

ΙΣΤΟΡΙΚΕΣ ΠΛΗΡΟΦΟΡΙΕΣ ΓΙΑ ΤΟ ΙΕΡΟ ΛΕΙΨΑΝΟ ΤΗΣ ΑΓΙΑΣ ΒΑΡΒΑΡΑΣ

ΧΑΙΡΕΤΙΣΜΟΙ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΒΑΡΒΑΡΑ

ΦΩΤΟΓΡΑΦΙΕΣ ΑΠΟ ΤΗΝ ΣΥΝΤΗΡΗΣΗ ΤΟΥ ΝΑΟΥ

ΦΩΤΟΓΡΑΦΙΕΣ ΑΠΟ ΤΗΝ ΠΑΝΗΓΥΡΗ ΤΗΣ ΑΓΙΑΣ (2014)

ΧΑΡΤΗΣ

ΒΙΝΤΕΟ ΑΠΟ ΤΗΝ ΥΠΟΔΟΧΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΗΣ ΑΓΙΑΣ ΒΑΡΒΑΡΑΣ

ΠΑΝΗΓΥΡΗ ΑΓΙΑΣ ΒΑΡΒΑΡΑΣ 2016

Χαιρετισμοί εἴς τήν Ἁγίαν Βαρβάραν

Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ

Σύ, ἡ Χριστοῦ ἀμνάς καί περιστερά καί νύμφη, καί πᾶν εἴτι οὖν ὄνομα καλόν, καί χαρίεν, καί τίμιον, Βαρβάρα καλλίνικε Μάρτυς, γενικῶς τῶν ἀγώνων διαδραμοῦσα τόν δίαυλον·

Χαῖρε τῶν ἄθλων ἐπάξια κομισαμένη τά ἔπαθλα·

Χαῖρε, ἧπερ πολλά τά βραβεῖα ὑπέρ πολλῶν τῶν ἀγωνισμάτων ὀφείλεται·

Χαῖρε, ἡ τῶν ἐμπαθῶν τῆς σαρκός σκιρτημάτων λογισμῷ ἐπικρατήσασα σώφρονι·

Χαῖρε, ἡ τοῦ σώματος αἰσθήσεις, ἐν ἡλικίας νεότητι, πρεσβυτικῶς καί ἐμφρόνως παιδαγωγήσασα·

Χαῖρε, ἡ τήν παρθενίαν, καί πρό τοῦ μαρτυρίου, φυλάξαι τῷ Χριστῷ καθυποσχομένη ἄχραντον καί ἀμίαντον·

Χαῖρε, ἡ τό σωματικόν κάλλος τοῖς πάθεσι μή ρυπώσασα· ἀλλ' ἀνέπαφον τῷ Ποιητῇ ἀναθεῖσα καί παραθεῖσα·

Χαῖρε, ἡ ἐν τῷ πύργῳ, ὡς ἐν ἀσφαλεῖ φρουρίῳ καί παρθένῳ εὐκτηρίῳ πυκνάς καί ἀκραιφνεῖς τῷ Θεῷ προσευχάς ἀναπέμπουσα, καί τῆ ἀπλανεῖ τῶν ὄντων θεωρίᾳ πρός τόν Ποιητήν ἀναχθεῖσα καί τοῦ μόνου ὄντως καλοῦ τέ καί ἐραστοῦ ἀπλήστως κατατρυφήσασα.

Χαῖρε, ἡ ἐν τῷ σωματικοῦ ρύπου καθαρτηρίῳ λουτρῷ συμβολικῶς τήν Τριάδα διά τῆς τῶν θυρίδων τριπλῆς φωταγωγίας ἐξεικονίσασα καί τό τῇ τριττῇ φωτοδοσία ψυχῶν μυστικόν καί σωτήριον τυπικῶς διαγράφουσα βάπτισμα.

Χαῖρε, ἡ εὐθύς τρανότατα τήν τῆς ὁμοουσίου Τριάδος πίστιν θεολογικῷ διομολογήσασα στόματι·

Χαῖρε, ἡ τόν ἕνα τῆς Ἁγίας Τριάδος, διά τήν ἡμετέραν ἐναθρωπήσαντα σωτηρίαν, ἐν παρρησίᾳ κηρύξασα·

Χαῖρε, ἡ πλοῦ τον καί τρυφήν, καί σηρῶν νημάτων ὑφάσματα, καί λίθων πολυτίμων, καί μαργαριτῶν χρυσοκολλήτων, καί πᾶσαν σωματικήν εὐκοσμίαν καί ὡραιότητα, καί τῶν ἐπιγείων τερπνοτήτων ἀπόλαυσιν διαπτύσασα, καί τούτων ἀνταλλαξαμένη αἰώνια ἀγαθά καί ἀκήρατα, τά ὀμμάτων ὅρασιν, καί ὤτων ἀκοήν, καί πᾶσαν αἴσθησιν τέ καί νόησιν ὑπεραίροντα·

Χαῖρε, ἡ τό τῆς ἡλικίας τρυφερόν, καί τό τοῦ θήλεος ἀσθενές γενικῶς καί ἀνδρικῶς στερεώσασα συντόνῳ φρονήματι·

Χαῖρε, ἡ πρός τούς τῶν κολάσεων αἰκισμούς μή δειλανδρήσασα, θαρσαλέως δέ μᾶλλον ἑαυτήν ἐπιδοῦσα παντοίοις βασανιστηρίων εἴ δεσι καί στρεβλώσεσι·

Χαῖρε, ἡ ἐν σαρκί διατρίβουσα Χριστοῦ τήν δόξαν ἰδεῖν ἠξιωμένην, ὡς ἐν τῷ ὄρειτῶν μαθητῶν οἱ πρόκριτοι, σύν Ἠλίᾳ Μωϋσεῖ τεθεαμένοι, προσηκόντως ἔμακαρισθησαν·

Χαῖρε, ἡ τῶν μαστίγων τάς ἀλγηδόνας, καί σιδήρων καταξέσεις, καί τραχυτάτων τρίχινων ὑφασμάτων ἐκτρίψεις, καί αἱμάτων ροάς, καί πυρός φλογισμούς, καί μελῶν ἐκτομάς, καί γυμνήν ἐκπόμπευσιν, καί κεφαλῆς καί ζωῆς ὑφαίρεσιν διά Χριστόν ὑπομείνασα, ἵνα τό σῶμα λοιπόν λάβῃς ἀθάνατον, ἀφθαρσίας μαρμαρυγάς ἀπαστράπτον, καί δόξης ἠμφιεσμένον στολήν ἄφραστον καί ἀνεκλάλητον.