ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

πίσω


Εισαγωγή

«ΝΥΝ ΤΟ ΠΑΡΑΚΛΗΤΟΝ ΠΝΕΥΜΑ ΕΠΙ ΠΑΣΑΝ ΣΑΡΚΑ ΕΚΚΕΧΥΤΑΙ»

Πεντηκοστή του 379 (9 Ιουνίου)

Ε΄ Θεολογικός Λόγος, Περί Aγίου Πνεύματος

Λόγος ΛΑ', Περί του αγίου Πνεύματος

Ο άγιος Σεραφείμ του Σαρώφ περί Αγίου Πνεύματος

Η δια φωτεινής Νεφέλης ή Ακτίνος εικονογραφία του Αγίου Πνεύματος

Το Πνεύμα το άγιον δεν είναι κτίσμα

Ο Παράκλητος ως διδάσκαλος της αληθείας κατά τον Ευαγγελιστήν Ιωάννην

Περί Αγίου Πνεύματος διδασκαλία του Μεγάλου Φωτίου

The reply of saint photios to the structure and logical dynamics of the filioque

Ε΄ Θεολογικός Λόγος, Περί Ἁγίου Πνεύματος

Γρηγορίου Θεολόγου

ΚΘ'. Ταῦτα μέν οὖν εἴποι τίς ἄν τό ἄγραφον ὑποθεμενος· ἤδη δέ ἤξει σοί καί ὁ τῶν μαρτυριῶν ἐσμός, ἐξ ὧν, ὅτι καί λίαν ἔγγραφος ἡ τοῦ Πνεύματος θεότης ἐπιδει- χθήσεται τοῖς μή λίαν σκαιοῖς, μηδέ ἀλλότριοις τοῦ Πνεύματος. Σκόπει δέ οὕτως· γεννᾶται Χριστός, προτρέχει, βαπτίζεται, μαρ- τυρεῖ, πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. Τί γάρ οὐ δύναται τῶν μεγάλων καί ὧν Θεός; τί δέ οὐ προσαγορεύεται ὧν Θεός, πλήν ἀγεννησίας καί γεννήσεως; Ἔδει γάρ τάς ἰδιότητας μεῖναι Πατρί καί Υἱῷ, ἵνα μή σύγχυσις παρά τῇ θεότητι, τῇ καί τἄλλα εἰς τάξιν ἀγούση καί εὐκοσμίαν. Ἐγώ μέν φρίττω τόν πλοῦτον ἐννοῶν τῶν κλήσεων καί καθ' ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ Πνεύματι ἀντιπίπτοντες. «Πνεῦμα Θεοῦ» λέγεται, «Πνεῦμα Χριστοῦ», «νοῦς «Χριστοῦ», «Πνεῦμα Κυρίου», αὐτό Κύριος· «Πνεῦμα υἱοθεσίας», « ἀληθείας », ἐλευθερίας · Πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἱσχύος, γνώσεως, εὐσεβείας, «φόβου Θεοῦ»· καί γάρ ποιητικόν τούτων ἁπάντων πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον· πληρωτικόν κόσμου κατά τήν οὐσίαν, ἀχώρητον κόσμῳ κατά τήν δύναμιν· ἀγαθόν, εὐθές, ἡγεμονικον φύσει οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον, μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρούμενον, συνέχον, οὐ συνεχόμενον· κληρονομούμενον, δοξαζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος Θεοῦ, πῦρὡς Θεός, εἰς ἔμφασιν, οἶμαι, τοῦ ὁμοουσίου· Πνεῦμα τό ποιῆσαν, τό ἀνακτίζον διά βαπτίσματος, δι' ἀναστάσεως. Πνεῦμα τό γινῶσκον ἅπαντα, τό διδάσκον, τό πνέον [168] ὁπού θέλει καί ὅσον, ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παροξυνόμενον, πειραζόμενον· ἀποκαλυπτικόν, φωτιστικόν, ζωτικόν, μᾶλλον δέ αὐτοφῶς καί ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καί προλαμβάνει τό βάπτισμα καί ἐπιζητεῖσθαι μετά τό βάπτισμα· ἐνεργοῦν ὅσα Θεός, μεριζόμενον ἐν γλώσσαις πυρίναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγγελιστάς, ποιμένας καί διδασκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώλυτον, ἀμόλυντον · ὅπερ ἴσον δύναται τό σοφώτατον καί πολύτροπον ταῖς ἐνέργειαις καί σαφηνιστικόν πάντων καί τρανωτικόν καί αὐτεξούσιον καί ἀναλλοίωτον παντοδύναμον, παντεπίσκοπον, διά πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτότατων, ἀγγελικῶν, οἶμαι, δυνάμεων, ὥσπερ καί προφητικῶν καί ἀποστολικῶν, κατά ταῦτον, καί οὐκ ἐν τοῖς αὐτοῖς τόποις. Ἄλλων δέ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τό ἀπερίγραπτον.

Λ'. Οἱ ταῦτα λέγοντες καί διδάσκοντες καί πρός γέ ἄλλον παράκλητον, οἶον ἄλλον Θεόν, ὀνομάζοντες, οἱ τήν εἰς αὐτόν βλασφήμιαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τόν Ἀνανίαν καί τήν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδή ἐψεύσαντο τό Πνεῦμα τό Ἅγιον, ὡς Θεόν ψευσαμένους, οὐκ ἄνθρωπον · οὗτοί τί σοί δοκοῦσι πότερον, Θεόν τό Πνεῦμα κηρύσσειν ἤ ἄλλο τί; Ὡς λίαν ὄντως παχύς τίς εἶ καί πόρρω τοῦ Πνεύματος, εἰ τοῦτο ἀπορεῖς καί δέη τοῦ διδάξοντος. Αἱ μέν οὖν κλήσεις τοσαῦται καί οὕτως ἔμψυχοι. Τί γάρ δεῖ σοί τάς ἐπί τῶν ρημάτων μαρτυρίας παρατίθεσθαι; Ὅσα δέ κἀνταῦθα λέγεται ταπεινότερον, τό δίδοσθαι, τό ἀποστέλλεσθαι, τό μερίζεσθαι, τό χάρισμα, τό δώρημα, τό ἐμφύσημα, ἡ ἐπαγγελία, ἡ ὑπερέντευξις, εἴτε τί ἄλλο τοιοῦτον, ἵνα μή καθ' ἕκαστον λέγω, ἐπί τήν πρώτην αἰτίαν ἄνενεκτεον, ἵνα τό ἐξ οὗ δειχθῆ καί μή τρε ῖ ς ἀρχαί μεμερισμέναι πολυθέως παραδεχθῶσιν. Ἴσον γάρ εἰς ἀσέβειαν καί Σαβελλίως συνάψαι καί Ἀρειανῶς διαστῆσαι, τό μέν τ ῷ προσώπῳ, τό δέ ταῖς φύσεσιν.

ΛΑ'. Ὡ ς ἔγωγε πολλά διασκεψάμενος πρός ἐμαυτόν τή φιλοπραγμοσύνη τοῦ νοῦ καί πανταχόθεν τόν λόγον εὐθύνας καί ζητῶν εἰκόνα τινά το ῦτοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινι χρήτῶν κάτω τήν θείαν φύσιν παραβαλεῖν. Κἄν γάρ μικρά τίς ὁμοίωσις εὑρεθῇ, φεύγει μέ τό πλέον, ἀφέν κάτω μετά τοῦ' ὑποδείγματος. Ὀφθαλμόν τίνα καί πηγήν καί ποταμόν ἐνενόησα καί γάρ καί ἄλλοι, μή τῷ μέν ὁ Πατήρ, τῷ δέ ὁ Υἱός, τῷ δέ τό Πνεῦμα τό Ἅγιον ἀναλόγως ἔχῃ. Ταῦτα γάρ οὔτε χρόνω διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· κἄν δοκεῖ πως τρισίν ἰδιότησι τέμνεσθαι. Ἀλλ' ἔδεισα, πρῶτον μέν ρύσιν τινά θεότητος παραδέξασθαι στάσιν οὐκ ἔχουσαν · δεύτερον δέ μή τό ἐν τῷ ἀριθμῷ διά τῆς εἰκασίας ταύτης εἰσάγηται. Ὀφθαλμος γάρ καί πηγή καί ποταμός ἐ ν ἔστιν ἀριθμῶ, διαφόρως σχηματιζόμενα.

ΛΒ'. Πάλιν ἥλιον ἐνεθυμηθην καί ἀκτῖνα καί φῶς. Ἀλλά κἀνταῦθα δέος, πρώτον μέν μή σύνθεσις τίς ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καί τῶν ἐν ἡλίῳ· δεύτερον δέ μή τόν Πατέρα μέν οὐσιώσωμεν, τἄλλα δέ μή ὑποστήσωμεν, ἀλλά δυνάμεις Θεοῦ ποιήσωμεν ἐνυπάρχουσας, οὐχ ὑφεστώσας. Οὔτε γάρ ἀκτίς, οὔτε φῶς ἄλλος ἥλιος, ἄλλ' ἡλιακαί τινες ἀπόρροιαι καί ποιότητες οὐσιώδεις. Καί ἅμα τό εἶναι καί τό μή εἶναι τῷ Θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὁ καί τῶν εἰρημένων ἄτοπωτερον. Ἤκουσα δέ τίνος καί τοιοῦτον ὑπογράφοντος λόγον. Μαρμαρυγήν τίνα ἡλιακήν τοίχω προσαστράπτουσαν και περιτρέμουσαν ἐξ ὑδάτων κινήσεως, ἥν ἡ ἀκτίς ὑπολαβοῦσα διά τοῦ ἐν μέσῳ ἀέρος, εἶτα σχεθεῖσα τῷ ἀντιτύπῳ, παλμός ἐγένετο καί παράδοξος. Ἄττει γάρ πολλαῖς καί πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἕν οὖσᾳ μᾶλλον ἤ πολλά, οὐδέ πολλά μᾶλλον ἤ ἕν, τῷ τάχει τῆς συνόδου καί τῆς διαστάσεως, πρίν ὄψει κρατηθῆναι διαδιδράσκουσα.

ΛΓ'. Ἀλλ' οὐδέ τοῦτο θέσθαι δυνατόν ἐμοί, δι' ἕν μέν, ὅτί τήν μέν τό κινῆσαν καί πάνυ δῆλον Θεοῦ δέ οὐδέν πρεσβύτερον, ἵν' ᾗ τό τοῦτον κεκινηκός. Αὐτός μέν γάρ πάντων αἰτία, αἰτίαν δε πρεσβυτέραν οὐκ ἔχει. Δεύτερον δέ, ὅτι κἀνταυθα τῶν αὐτῶν ὑπόνοια συνθέσεως, χύσεως, ἀστάτου καί ο ὐπαγίας φύσεως, ὧν οὐδέν ἐννοητέον περί θεότητος. Καί ὅλως οὐδέν ἔστιν ὁ μοί τήν διάνοιαν ἵστησιν ἐπί τῶν ὑποδειγμάτων θεωροῦντι τό φανταζόμενον, πλήν εἰ τίς ἐν τι λαβών τῆς εἰκόνος, ὑπ'εὐγνωμοσύνης τά λοιπά ρίψειε. Τέλος οὖν ἐδοξέ μοί κράτιστον εἶναι τάς μέν εἰκόνας χαίρειν ἐᾶσαι καί τάς σκιάς, ὡς ἀπατηλάς καί τῆς ἀληθείας πλεῖστον ἀποδεούσας, αὐτόν δέ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ' ὀλίγων ρημάτων ἱστάμενον, ὁδηγῶ τῷ πνεύματι χρώμενον, ἥν ἐντεῦθεν ἔλλαμψιν ἔδεξαμην, ταύτην εἰς τέλος διαφυλάσσοντα, ὡς γνησίαν κοινωνόν καί συνόμιλον, τόν αἰῶνα τοῦτον διαπορεύεσθαι διατέμνοντα καί τούς ἄλλους πείθεινεἰς δύναμιν προσκυνεῖν Πατέρα καί Υἱον καί Πνεῦμα Ἅγιον, τήν μίαν θεότητα τέ καί δύναμιν ὅτι αὐτῷ πάσα δόξα, τιμή, κράτος, εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.