ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


ΜΟΝΑΧΟΝ ΤΟΝ ΣΤΟΥΔΙΤΗΝ

ΙΩΑΝΝΗ ΤΩ ΓΑΒΡΑ

ΠΡΟΣ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΕΝ ΙΕΡΟΜΟΝΑΧΟΙΣ ΚΥΡΙΟΝ ΠΑΥΛΟΝ ΤΟΝ ΑΣΑΝΗΝ

ΠΡΟΣ ΤΟΝ ΙΕΡΩΤΑΤΟΝ ΚΑΙ ΤΑ ΘΕΙΑ ΣΟΦΟΝ ΜΗΤΡΟΠΟΛΙΤΗΝ ΑΙΝΟΥ ΚΥΡ ΔΑΝΙΗΛ

ΠΡΟΣ ΤΩ ΠΑΝΤΑ ΚΑΛΩ ΚΑΓΑΘΩ ΚΑΙ ΣΟΦΩ
ΝΟΜΟΦΥΛΑΚΙ ΣΥΜΕΩΝ

ΠΕΡΙ ΤΩΝ ΑΚΙΝΔΥΝΟΥ ΣΥΓΓΡΑΜΜΑΤΩΝ ΕΙ ΤΟΙΣ ΤΟΥ ΒΑΡΛΑΑΜ

ΤΩ ΤΙΜΙΩΤΑΤΩ ΕΝ ΜΟΝΑΧΟΙΣ ΔΑΜΙΑΝΩ ΤΩ ΦΙΛΟΣΟΦΩ

ΠΡΟΣ ΕΥΛΑΒΕΣΤΑΤΟΝ ΕΝ ΜΟΝΑΧΟΙΣ ΚΥΡ ΔΙΟΝΥΣΙΟΝ

ΟΜΟΛΟΓΙΑ

ΤΩ ΤΙΜΙΩΤΑΤΩ ΕΝ ΜΟΝΑΧΟΙΣ ΤΩ ΑΣΚΗΤΙΚΩΤΑΤΩ ΚΥΡ ΒΗΣΑΡΙΩΝΙ

ΠΡΟΣ ΤΟΝ ΙΔΙΟΝ ΑΔΕΛΦΟΝ ΤΟΝ ΤΙΜΙΩΤΑΤΟΝ ΙΕΡΟΜΟΝΑΧΟΝ ΚΥΡ ΜΑΚΑΡΙΟΝ

ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΩ ΑΓΙΩ ΟΡΕΙ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥΣ ΓΕΡΟΝΤΑΣ

Τῼ ΟΣΙΩΤΑΩ ΕΝ ΙΕΡΟΜΟΝΑΧΟΙΣ ΚΑΙ ΕΜΟΙ ΕΝ ΚΥΡΙΩ ΦΙΛΤΑΤΩ ΚΑΙ ΑΔΕΛΦΩ ΚΑΙ ΠΑΤΡΙ ΚΑΙ ΔΕΣΠΟΗ ΤΩ ΟΝΤΩΣ ΦΙΛΟΘΕΩ

ΠΡΟΣ ΤΟΝ ΑΝΩΤΕΡΩ ΕΙΡΗΜΕΝΟΝ ΙΔΙΟΝ ΑΔΕΛΦΟΝ

ΤΗ ΚΡΑΤΙΣΤΗ ΚΑΙ ΕΥΣΕΒΕΣΤΑΤΗ ΔΕΣΠΟΙΝΗ ΤΗ ΠΑΛΑΙΟΛΟΓΙΝΗ

ΠΡΟΣ ΤΟΝ ΤΑ ΘΕΙΑ ΣΟΦΟΝ ΑΡΣΕΝΙΟΝ

ΜΟΝΑΧΟΝ ΤΟΝ ΣΤΟΥΔΙΤΗΝ

Εἰδέναι σε βούλομαι, θεσπέσιε πάτερ, ὡς ὅ νῦν αἰτεῖς παρ᾿ ἡμῶν ἕνεκα τοῦ πρόφασιν πᾶσαν ἐξαφανίσαι τῶν μάτην πολεμούντων ἡμῖν, ἐν τοῖς ἡμετέροις ἀνάγραπτον κεῖται λόγοις, κἄν εἰ ἐθελοκωφοῦντες ἐκεῖνοι συκοφαντικῶς ἡμῖν, ἐπιτίθενται. Αὐτίκα ἐν τῷ Ἀγιορειτικῷ τόμῳ, ὅς ἔφθη πρό δύο ἐτῶν συγγραφείς παρ᾿ ἡμῶν, οὕτω φαμέν ἐπί λέξεως˙ «ἡ τῶν πάλαι προρρήσεων ἔκβασις σύμφωνα τοῖς φανεροῖς ἀνέδειξε τά τότε μυστήρια. Καί πιστεύομεν νῦν, εἰς Πατέρα καί Υἱόν καί ἅγιον Πνεῦμα, θεότητα τρισυπόστατον, φύσει μίαν, ἁπλῆν, ἀσύνθετον, ἄκτιστον, ἀόρατον, ἀπερινόητον», καί πάλιν, οὕτω καί τοῦ μέλλοντος αἰῶνος ἐν καιροῖς ἰδίοις ἀποκαλυφθέντος κατά τήν ἄφραστον ἔκφανσιν τοῦ ἐν τρισί τελείαις ὑποστάσεσιν ἑνός Θεοῦ», καί πάλιν, «τοῖς πέρασι τῆς γῆς ὕστερον ἐξεφάνη τό τρισυπόστατον τῆς θεότητος, τῷ λόγῳ τῆς μοναρχίας μηδαμῶς λυμαινόμενον». Ἀλλ᾿ εἰ καί μίαν ἐν τρισίν ὑποστάσεσι προσκυνοῦμεν θεότητα, καί τούς μή οὕτω φρονοῦντας ἀναθέματι καθυποβάλλομεν, ἀλλά καί τοῦ μεγάλου Διονυσίου λέγοντος ἀκούοντες ἐν τῇ δευτέρᾳ Πρός Γάϊον ἐπιστολῇ, τό τοῦ Θεοῦ θεοποιόν δῶρον «θεότητα καί θεαρχίαν, ἀγαθαρχίαν καί τόν τήν χάριν ταύτην τοῖς ἀξίοις παρέχοντα ὄντα Θεόν ὑπέρ ταύτην τήν θεότητα», καί ἀλλαχοῦ πάλιν, «αὐτοθέοτητά (σελ. 50) φαμεν, ἀρχικῶς μέν καί θεϊκῶς καί αἰτιατικῶς, τήν μίαν πάντων ὑπεράρχιον καί ὑπερούσιον ἀρχήν καί αἰτίαν, μεθεκτικῶς δέ τήν ἐκδιδομένην ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικήν δύναμιν, τήν αὐτοθέωσιν», πειθόμεθα˙ πολυπλασιασμόν γάρ ὁ Θεός οὐ πάσχει οὐδέ δύο λέγει τις οὕτω θεότητας˙ ὥσπερ γάρ λέγομεν δύναμιν καί σοφίαν κοινήν Πατρός, Υἱοῦ καί Πνεύματος, ἀλλά καί δύναμιν καί σοφίαν τοῦ Πατρός τόν Υἱόν, αὐθυπόστατον μέντοι, ἐπεί δ᾿ ἀχώριστός ἐστι ταύτης τῆς αὐθυποστάτου δυνάμεως ἡ δύναμις ἐκείνη, μίαν εἶναι δύναμιν Πατρός, Υἱοῦ καί Πνεύματος ἥκιστα προσίσταται, τόν αὐτόν τρόπον θεότητος λεγομένης καί τῆς θεοποιοῦ χάριτος καί τῆς χορηγούσης τήν χάριν τρισυποστάτου φύσεως, μίαν εἶναι θεότητα οὐδέν τό προσιστάμενον. Ἡ γάρ θεοποιοός χάρις, ἥν καί προνοητικήν δύναμιν ὁ μέγας ὠνόμασε Διονύσιος, τῆς χορηγούσης τήν χάριν τρισυποστάτου θεότητος ἀχώριστός ἐστιν ἐνέργεια, σύνδεσμός τις ἀπόρρητος οὖσα καί ἕνωσις ὑπερφυής τοῦ τε Θεοῦ καί τῶν κατηξιωμένων ἕν πνεῦμα μετ᾿ αὐτοῦ γενέσθαι κατά τήν τοῦ ἀποστόλου φωνήν, «ὁ κολλώμενος τῷ Κυρίῳ ἕν Πνεῦμα ἐστιν».

Οὐκοῦν καθάπερ αὖθις Πνεῦμά ἐστιν ὁ ἐν Τριάδι προσκυνούμενος Θεός, κατά τήν πρός Σαμαρείτιδα τοῦ ἑνός τῆς Τριάδος φωνήν, ἀλλά Πνεῦμά φαμεν ἰδίως καί τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, ἔτι δέ καί τήν τοῦ Πνεύματος χάριν, «ἐνεφύσησε γάρ», φησί, «τοῖς μαθηταῖς καί εἶπε, λάβετε Πνεῦμα ἅγιον», καί δύο ἤ καί πλειόνων πνευμάτων οὕτω λεγομένων, ἑνός οὐδέν ἧττον ἁπλοῦ καί ἀσυνθέτου Πνεύματός ἐσμεν προσκυνηταί, καί γάρ ἀδιαίρετά ἐστιν ἀλλήλων εἰ καί τῇ σημασίᾳ διενήνοχεν ἀλλήλων τά ὀνόματα˙ οὔτω θεότητα καλεῖν καί τήν θείαν φύσιν καί τήν θεοποιόν δωρεάν ὑπό τῶν (σελ. 52) ἁγίων παρελάβομεν. Ἀλλ᾿ ἐπειδή ἀδιαίρετοί εἰσιν ἀλλήλων αὗται, εἰ καί διενηνόχασιν ἀλλήλων κατά τό σημαινόμενον, ἐν μιᾷ προσκυνοῦμεν ἁπλῇ καί ἀσυνθέτῳ θεότητι τόν Πατέρα καί τόν Υἱόν καί τό Πνεῦμα τό ἅγιον. Ἄλλως τε, κἄν τήν φύσιν ὀνομάζῃ τις θεότητα, μία τῶν τριῶν ἡ φύσις, κἄν τήν ἐποπτικήν ἤ θεουργικήν αὐτῶν ἐνέργειαν, μία τῶν τριῶν ἐστιν˙ ὥστε καί οὕτω μία ἡ τῶν τριῶν ὑποστάσεων θεότης, καθάπερ καί ὁ μέγας φησί Βασίλειος.

Ἔτι πνευμάτων ἑπτά κατά τήν Ἠσαΐου προφητείαν ἐπαναπαυομένων τῷ ἀνθρωπίνῳ τοῦ Χριστοῦ, τίς ἀντερεῖ μή ἕν εἶναι τό συμπαρομαρτοῦν ἐκείνῳ Πνεῦμα; Τοῦτο γάρ καί Ἠσαΐας προεδήλωσεν˙ εἰπών γάρ, «ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καί ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καί ἐπαναπαύσεται ἐπ᾿ αὐτόν Πνεῦμα Θεοῦ», τουτέστιν ἕν Πνεῦμα κατά τήν οὐσίαν, εἶτα ἐπιλέγει τάς ἑπτά τοῦ Πνεύματος ἐνεργείας˙ «πνεῦμα σοφίας καί συνέσεως, πνεῦμα βουλῆς καί ἰσχύος, πνεῦμα γνώσεως καί εὐσεβείας, πνεῦμα φόβου Θεοῦ», ὅν φόβον ἀσφάλειαν προσειπών ὁ μέγας Βασίλειος, τῷ Πνεύματι τοῦ Θεοῦ συνεῖναι ἀϊδίως ἡμᾶς ἐδίδαξεν. Ἀλλά τίς τοῦτο λέγει, ὅτι Πνεῦμα Θεοῦ ὁ Ἠσαΐας εἰπών, αὐτήν ἐδήλωσε τήν οὐσίαν; Ὁ Χρυσόστομος πατήρ ἐν τῷ Περί Πνεύματος λόγῳ, τίς ὁ τά ἑπτά πνεύματα τάς ἐνεργείας εἶναι λέγων τοῦ Πνεύματος. Ὁ Θεολόγος Γρηγόριος «τάς γάρ ἐνεργείας» φησί «τοῦ Πνεύματος, πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν». Ἀλλά καί ἀπό τοῦ πρότερον εἰρῆσθαι τῶν ἑπτά τό Πνεῦμα τοῦ Θεοῦ συνειλημμένως τε καί ἑνιαίως ἐν ἑαυτῷ ἔχον δείκνυται τά ἐφεξῆς καί ἀπό τοῦ ἐξῃρῆσθαι καί μή συναριθμεῖσθαι τοῖς ἑπτά τό μοναδικόν ἐκείνου δείκνυται.

(σελ. 54) Καθάπερ οὖν τά πολλά πνεύματα τό μοναδικόν καί ἁπλοῦν καί ἀσύνθετον τοῦ Πνεύματος οὐκ ἀναιρεῖ, καί γάρ ἐνέργειαί εἰσιν αὐτοῦ, τόν αὐτόν τρόπον, κἄν πολλάς εἴπῃ τις κατά τούς ἁγίους θεότητας, τάς ἐνεργείας λέγων τῆς μιᾶς θεότητος τό μοναδικόν καί ἁπλοῦν καί ἀσύνθετον αὐτῆς οὐκ ἀναιρεῖ, πρός δέ τούτοις, κἄν πολλά σημαίνῃ τό τῆς θεότητος ὄνομα, ἀλλ᾿ οὐδέν τῶν σημαινομένων, ὅ μή καί τοῖς τρισίν ἐφαρμόζεται προσώποις, ὥστε καί οὕτω μίαν εἶναι τῶν τριῶν θεότητα˙ «παρά τό θέοιν πανταχοῦ», γάρ φησίν ὁ Νύσσης θεῖος Γρηγόριος, «ἤ παρά τό θεᾶσθαι τά πάντα καί πρίν γενέσεως αὐτῶν ἤ παρά τό αἴθειν τουτέστιν ἀναλίσκειν πᾶσαν μοχθηρίαν», καί πάλιν ὁ αὐτός, «οὐ τήν φύσιν, ἀλλά τήν θεατικήν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν», ὁ δέ μέγας Βασίλειος, μή εἶναι φύσεως ὄνομα κυρίως τήν θεότητα διαβεβαιωσάμενος εἶτα «κἄν φύσιν, φησί, «σημαίνῃ τό τῆς θεότητος ὄνομα, κυρίως καί τῷ ἁγίῳ Πνεύματι τήν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην».

Τίς δέ οὐκ οἶδε τό σεπτόν εὐαγγέλιον, ὅτι κοινωνίαν θεότητος ἐπαγγέλλεται; Τίς δ᾿ οὕτω χαμερπής τήν διάνοιαν, ὡς μεθεκτόν κατ᾿ οὐσίαν δοξάζειν τόν Θεόν καί κοινωνόν, φεῦ, ἑαυτόν τῆς ἀνεκφοιτήτου ἐκείνης καί ἀνεπάφου παντάπασιν ἀποφαίνεσθαι οὐσίας; Καί ταῦτα τοῦ μεγάλου Ἀθανασίου διαρρήδην φάσκοντος, ὅτι «τό Θεός εἶναι, δεύτερόν ἐστι τῆς φύσεως˙ καί γάρ θεοί μέν γινόμεθα, τῆς δέ αὐτῆς οὐσίας γενέσθαι οὐ δυνάμεθα»˙ καί πάλιν, «κατά μέν τήν θεοποιόν χάριν καί μετέχεται καί ὁρᾶται τοῖς ἀξίοις ὁ Θεός, κατ᾿ οὐσίαν δέ ἀμέθεκτός ἐστι»˙ καί τοῦ σεπτοῦ Μαξίμου, «κατά χάριν ὅλοι διόλου γινόμεθα θεοί, χωρίς τῆς κατ᾿ οὐσίαν ταυτότητος», καί τοῦ μεγάλου πάλιν Διονυσίου, (σελ. 56) «εἰ τήν ὑπερούσιον κρυφιότητα Θεόν ὀνομάσοιμεν, οὐδέν ἕτερον νοοῦμεν ἤ τήν εἰς ἡμᾶς προαγομένην ἐκθεωτικήν δύναμιν˙ αὐτῇ δέ κατά τήν πασῶν τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, οὐδεμίαν ὁρῶντες θέωσιν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ἐξῃρημένῃ κατά πᾶσαν ὑπεροχήν αἰτίᾳ».

Ἀλλά κτιστή ἐστι, φασίν, αὕτη ἡ θεότης, ἧς ὑπερκεῖσθαι τόν Θεόν ὁ μέγας ἔφη Διονύσιος – μίμησιν γάρ καί σχέσιν προσηγόρευσεν αὐτήν – μή συνορῶντες οἱ τάλανες ὅτι πολλά τῶν ἐπί Θεοῦ λεγομένων τά σημαίνοντα τήν σχέσιν˙ καί ἡ τοῦ Θεοῦ γάρ βασιλεία σχέσις τίς ἐστιν ὑπερφυής, ἀλλ᾿ οὐ παρά τοῦτο κτίσμα˙ τῷ δέ μιμήματι ὁ ἅγιος τό ἀμίμητον προσέθηκεν, οὐ μᾶλλον οὖν μίμησις ἤ ἀμιμησία˙ ἔστι γε μήν τό μίμημα καί ἐπί τῶν ἀκτίστων κατά τόν μέγαν θεολόγον Γρηγόριον˙ φησί γάρ ἐν τῷ δευτέρῳ τῶν Περί Υἱοῦ, «εἰκών ὁ Υἱός τοῦ Πατρός, ὡς ὁμοούσιος, καί ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ᾿ οὐκ ἐκ τούτου πατήρ˙ αὕτη γάρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καί οὗ λέγεται». Σαφῶς οὖν οὐχ ὑπ᾿ ἀγνοίας, ἀλλ᾿ ὑπ᾿ ἀγνωμοσύνης, οὐ πρός τοῦτο μόνον, ἀλλά καί πρός τἄλλα τῶν περί αὐτῆς εἰρημένων ἐκκεκώφωνται, οἱ περί τήν χάριν ἀχάριστοι. Πῶς γάρ ἡ θεαρχία, ἡ ἀγαθαρχία, ἡ θέωσις, ἡ αὐτοθέωσις, ἡ τοῦ Θεοῦ θεότης, ἡ αὐτοθεότης, ἔσται ποτέ κτιστή; Πῶς τό ἀπολύτως καί ἀρχικῶς καί ὑπέρ τά ὄντα ὄν – καί ταῦτα γάρ περί αὐτῆς ὁ μέγας λέγει Διονύσιος - , κτιστοῖς συναριθμοῖτο ἄν; Πῶς τό θεοποιόν δῶρον ἀλλ᾿ οὐ θεοποιημένον ἔσται ποίημα; Πῶς ἡ πρόνοια τοῦ Θεοῦ, ἡ ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προϊοῦσα καί (σελ. 58) ὑπερβλύζουσα καί μετεχομένη ὑπό τῶν πρός ἐκθέωσιν ἐπεστραμμένων, ἄγγελος ἔσται ἤ ψυχή ἤ τι τῶν κτιστῶν; Πῶς ἡ ἐκθεωτική καί ἀγαθοποιός τοῦ Θεοῦ δύναμις ἤ ἡ θεατική τοῦ εἰδότος πάντα πρίν γενέσεως αὐτῶν ἀρχήν τοῦ εἶναι λήψεται; Τίς νοῦν ἔχων καί τοῖς εὐσεβῶς φρονοῦσιν ἐγκατειλέχθαι προθυμούμενος τοιοῦτό ποτέ τι βάλοιτ᾿ ἐπί νοῦν;

Ὡς μέν οὖν ἄκτιστός ἐστιν ἡ χάρις αὕτη, καί οὐχ αὕτη μόνον, ἀλλά καί πᾶσα τοῦ Πνεύματος ἐνέργεια, πολλαχῶς καί αὐτός εὖ οἶδα παραστήσεις, ἅμα δέ καί πείσεις τούς μή διαβολικήν ἔχοντας τήν ἔνστασιν. Ὅτι δέ οἱ μή τοῦθ᾿ οὕτως ἔχειν πειθόμενοι Σαβελλίου καί Ἀρείου καί πολλῶν ἄλλων πονηράς αἱρέσεις εἰς μίαν τήν ἑαυτῶν συνεφόρησαν ψυχήν, κἄν ἐκ διαμέτρου πρός ἀλλήλας ἔχωσιν ἔνιαι αὐτῶν, τοῖς ἡμετέροις ἐντυχών συγγράμμασιν ἀκριβέστερον εἰδείης ἄν˙ δι᾿ αὐτό γάρ καί πάντα πράττουσιν ἀφανῆ γενέσθαι ταῦτα, ὡς στηλογραφίαν ὄντα τῆς αὐτῶν κακοδοξίας. Ὅρι δέ καί ὁ Βαρλαάμ τοῦθ᾿ ἡμῶν ἐτύγχανεν κατηγορῶν, καί αὐτός πρῶτος τά τοιαῦτα εἰς τό μέσον ἤγαγεν, ὁ Συνοδικός ἐναργές ποιήσει τόμος. «Ἀκούσας γάρ», φησίν, «ὁ Βαρλαάμ τῶν παρ᾿ ἡμῖν μοναχῶν λεγόντων ὡς ἀπό παραδόσεως ἐχόντων τῶν ἁγίων πατέρων, ὅτι οἱ διά τῶν ἐντολῶν τοῦ Θεοῦ κεκαθαρμένοι τάς καρδίας, ἐλλάμψεις θείας μυστικῶς καί ἀπορρήτως ἐγγινομένας αὐταῖς δέχονται, κατηγόρησεν αὐτῶν, ὡς τήν οὐσίαν τοῦ Θεοῦ μεθεκτήν λεγόντων. Τῶν δέ ἀπολογουμένων, οὐ τήν οὐσίαν, ἀλλά τήν ἄκτιστον καί ἀΐδιον καί θεοποιόν χάριν τοῦ Πνεύματος, διθεΐας αὐτοῖς ἐντεῦθεν ἔγκλημα προστρίψασθαι ἐπεχείρησεν». Ὁρᾷς σαφῶς, ὡς τοῦ Βαρλαάμ ὀπαδός ἐστι καί διάδοχος ἀκριβής (σελ. 60)ὁ Ἀκίνδυνος; Συνορᾷς δέ τοῦτο φανερῶς προκείμενον, ὡς τό θεοποιόν δῶρον, ὅ θεότητα μέν ὁ μέγας Διονύσιος ὀνομάσας ὑπερκεῖσθαι ταύτης ἔφη τόν Θεόν, ὁ δέ Ἀκίνδυνος κτιστόν εἶναι τοῦτο διατείνεται καί πάντας περινοστεῖ θορυβῶν καί ταράττων πολυτρόπως, ὡς μή ἄκτιστον εἶναι τοῦτο παραδέξασθαι, φανερῶς ἄκτιστον καί ἀΐδιον ὑπό τῆς ἐκκλησίας ἀνακηρυττόμενον, καί οὐ τοῦτο μόνον, ἀλλ᾿ ὡς καί ἡ χορηγοῦσα τοῦτο οὐσία τοῦ Θεοῦ ἄλλο πως παρά τοῦτο; Οὐ γάρ τήν οὐσίαν φησίν ἀλλά τήν ἄκτιστον καί ἀΐδιον καί θεοποιόν χάριν τοῦ Πνεύματος.

Διό καί τοῦ Συνοδικοῦ τόμου προϊόντος, ὁ μέν μέγας Μάξιμος προάγεται λέγων, ὡς «ἡ μακαρία θεότης κατ᾿ οὐσίαν ἐστίν, ὑπεράρρητος καί ὑπεράγνωστος καί πάσης ἀπειρίας ἀπειράκις ἐξῃρημένη, οὐδ᾿ ἴχνος ὅλως καταλήψεως κἄν ψιλόν τοῖς μετ᾿ αὐτήν καταλείψασα», καί πάλιν, «ὁ τοῖς οὖσι μή κατ᾿ οὐσίαν ὑπάρχων μεθεκτός, κατ᾿ ἄλλον δέ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ᾿ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται»˙ ἀλλά καί ὁ μέγας Βασίλειος λέγων, «τό Πνεῦμα τό ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ ποικίλον ταῖς δυνάμεσι», καί πάλιν, «αἱ μέν ἐνέργειαι τοῦ Θεοῦ ποικίλαι, ἡ δέ οὐσία ἁπλῆ˙ ἡμεῖς δέ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τόν Θεόν, τῇ δέ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Αἱ μέν γάρ ἐνέργειαι αὐτοῦ πρός ἡμᾶς καταβαίνουσιν, ἡ δέ οὐσία αὐτοῦ μένει ἀπρόσιτος», καί ὁ μέγας Ἀθανάσιος λέγων καί αὐτός σαφῶς, ὡς οὐ τήν οὐσίαν τοῦ Θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλά τήν δόξαν, ὡς καί περί τῶν ἀποστόλων γέγραπται, ὅτι “διαγρηγορήσαντες ὁ Πέτρος καί οἱ σύν αὐτῷ εἶδον τήν δόξαν τοῦ Χριστοῦ”».

(σελ. 82) Οὕτω τοίνυν τοῦ τε Βαρλαάμ καί Ἀκινδύνου τά αὐτά λεγόντων καθ᾿ ἡμῶν, μᾶλλον δέ κατά τῶν τοῦΘεοῦ ἁγίων, καί οὕτω παρρησίᾳ ἐξεληλεγμένων, τίς ἡ τελευταία ψῆφος καί συνοδική ἀπόφασις, ἐξ αὐτοῦ πάλιν ἄκουσον τοῦ τῆς Συνόδου τόμου, ἐν ᾧ καί περί τοῦ ἐν Θαβωρίῳ λάμψαντος φωτός προδιειλημμένου, ὡς ἐκ τούτου τά μάλιστα πρός τήν αὐτήν ὑπόθεσιν τείνοντος, ἐπιγέγραπται τελευταῖον, ὡς κοινῇ συνοδικῇ ψήφῳ, ἅτε κακῶς καί ἐπισφαλῶς τοῖς θείοις ἐπιβαλών ὁ αὐτός Βαρλαάμ καταψηφισθείς συγγνώμην ἐπί τούτοις δῆθεν ᾐτήσατο. «Καί γοῦν ἀποφαινόμεθα, ὡς εἰ μέν ἐνδείξεται ἀληθῶς μετάνοιαν καί οὐδαμῶς οὐκέτι περί τῶν τοιούτων λέγων καί συγγραφόμενος φωραθείη, εὖ ἄν ἔχοι˙ εἰ δ᾿ οὖν, ἀποκήρυκτος ἔσται καί ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καί ἀποστολικῆς ἐκκλησίας καί τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος. Ἀλλά καί εἴ τις ἕτερός τι τῶν ὑπ᾿ ἐκείνου βλασφήμως καί κακοδόξως κατά τῶν μοναχῶν, μᾶλλον δέ τῆς ἐκκλησίας αὐτῆς, λαληθέντων ἤ συγγραφέντων φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν, ἤ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρά τῆς ἡμῶν μετριότητος καθυποβαλλόμενος, ἀποκήρυκτος ἔσται καί αὐτός καί ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καί ἀποστολικῆς ἐκκλησίας καί τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος».

Τί τοίνυν; Ὅ βλασφήμως καί κακοδόξως ὁ Βαρλαάμ λέγων ἐξηλέγχθη κατά τῶν μοναχῶν, οὐ πρός τοῖς ἄλλοις καί πρό τῶν ἄλλων, ὡς, ἐπεί καί τήν ἀόρατον καί ἀμέθεκτον καί τοῖς ἁγίοις οὐσίαν τοῦ Θεοῦ καί τήν μεθεκτήν καί ὁρατήν τοῖς ἁγίοις θεοποιόν δωρεάν καί χάριν καί ἐνέργειαν ἄκτιστόν φασι, διθεΐᾳ περιπίπτουσι; Τοῦτο δή καί ὁ Ἀκίνδυνος οὐ διέλιπε κατηγορῶν (σελ. 64) ἡμῶν. Τοιγαροῦν ὡς καί αὐτός ἀφρόνως ἑαυτόν τῆς τοῦ Βαρλαάμ μερίδος ποιησάμενος, ἄν μή παύσηται καί μετάμελλον λάβῃ διορθώσας ἑαυτόν, κατά τήν ἀπόφασιν ταύτην τῆς συνόδου ἀποκήρυκός ἐστι καί ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καί ἀποστολικῆς ἐκκλησίας καί τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος. Ἀλλά τί τό ἐφεξῆς τοῦ τόμου; «Μετ᾿ ἐμβριθείας μέντοι καί πνευματικῆς αὐστηρίας καί ἐπιτιμήσεως λέγομεν μηκέτι ἀπό τοῦ νῦν δογματίζειν ὅλως τινά τῶν ἁπάντων, κινοῦντα περί τούτων τε καί ἄλλων δογματικῶν λόγων». Ὁρᾷς κἀνταῦθα τόν κινοῦντα, ταὐτόν δ᾿ εἰπεῖν τόν κατηγοροῦντα, ἐπιτιμώμενον, ἀλλ᾿ οὐ τόν ἀπολογούμενον; Τίς οὖν ὁ κατηγορῶν; Οὐ φανερῶς ὁ Ἀκίνδυνος; Ἄλλως τε, εἰ μέν ἦν αὐτός πεπαυμένος ὅλως μετά καί τήν τοῦτον ἐξελέγξασαν δευτέραν σύνοδον, ἴσως ἄν τις ὑπείληφεν ἕτερον εἶναι τόν κεκινηκότα. Τούτου δέ διαλιπόντος οὐμενοῦν οὐδέ μετρίως, πῶς ἄν ἔχοι τις ἕτερον εἶναι φάναι τόν κινοῦντα; Πρός δέ τούτῳ, κἄν κινῇ κἄν μή κινῇ, δῆλός ἐστι μή μετανοήσας, μηδ᾿ ἑαυτόν διορθωσάμενος, ἀλλά τάς αὐτάς ἔχων ἐνερριζωμένας τῇ ψυχῇ κακοδοξίας. Ὥστε καθυποβλημένος ἐστί τῇ καταδίκῃ τοῦ συνοδικοῦ ἀφορισμοῦ μέχρις ἄν οὖν τοιοῦτος διαμένῃ καί τάς αὐτάς τῷ Βαρλαάμ κατηγορίας λέγῃ καθ᾿ ἡμῶν.

Οὕτω καί ἡμεῖς ἀπόβλητον ἔχομεν αὐτόν καί τούς περί αὐτόν καί οὐκ ὀκνήσομεν τήν αὐτοῦ κακοδοξίαν ἐξελέγχοντες, κἄν ἐπιχαίρῃ τῇ νῦν συγχύσει τῶν πολιτικῶν πραγμάτων, ὡς ἕρμαιόν τι τόν καιρόν ἁρπάζων καθ᾿ ἡμῶν˙ φασί γάρ καί τούς λύκους ἐν ταῖς καταιγίσι (σελ. 66) τέρπεσθαι. Ἀλλ᾿ ἡμεῖς τῶν δεσποτικῶν ἐκείνων ἐπακούοντες φωνῶν, δι᾿ ὧν ὡς πρόβατα ἐν μέσῳ λύκων πέμπων τούς τῆς ἀληθείας κήρυκας μή φοβεῖσθαι παραγγέλλει, οὐχ ὑποπτήξομεν οὐδόλως, κἄν γυναίου μανίαν περιβεβλημένου τινά δυναστείαν καθ᾿ ἡμῶν ἐπάγεται, καθάπερ οἱ ἱερεῖς τῆς αἰσχύνης τήν Ἰεζάβελ καί οἱ περί Θεόφιλον τήν Εὐδοξίαν. Ἀλλ᾿ ἡμεῖς ὁρῶντες τήν ἔκβασιν τήν τῶν ἁγίων ἐκείνων ἀναστροφῆς, μιμησόμεθα, σύν Θεῷ δ᾿ ὁ λόγος, τήν ὑπομονήν, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες. Ἴτω τοίνυν πειραστής, ἴτω δήμιος, καιέσθω τό πῦρ, θηγέσθω τό ξίφος, ὀξυνέσθωσαν ὄνυχες˙κἄν πᾶσα βάσανος ἐπ᾿ ἐμέ κινῆται, δέξομαι σύν προθυμίᾳ, μενῶ τήν πληροφορίαν ἐκίνητος ἐν αὐτῷ τῷ πνεύματι στηριζόμενος τοσοῦτο μᾶλλον χαιρήσω, καθ᾿ ὅσον μᾶλλον ὑποίσω. Καί γάρ αὐξήσω μᾶλλον ἐμοί τό θειότατον δῶρον, ὅ σύζυγόν ἔχει τήν ἀναφαίρετον εὐφροσύνην, καί χωρητικώτερον ἔσομαι σκεῦος τοῦ πνεύματος καί τήν ὑπόστασιν ἐν ἐμαυτῷ σχήσω τῶν μακαρίων ἐλπίδων, ἀρραβῶνος ἐπιτυχών ἐμφανέστερον. Ἐγώ μαρτύρων νέφος ᾧ συνεπαρθήσομαι πρός τήν ἐπηγγελμένην ὑπάντησιν˙ ἔχω δικαίων στῖφος, καθ᾿ ὧν τῆς κρείττονος ἀναστάσεως τεύξομαι˙ τοῖς ὁμολογηταῖς συνεκκλησιάσω˙ τῇ πανηγύρει τῶν πρωτοτόκων συναρίθμιος ἔσομαι˙ γερῶν καί τιμῶν ἀναθάντων μεθέξω. Καί τί μοι πρός ταῦτα λοιδορίαι καί συκοφαντίαι καί καταβοήσεις αἱ τούτων, κἄν τι τούτων ἰσχύσωσιν ἐπαχθέστερον ἤ βιαιότερον;

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.