ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


ΟΜΙΛΙΑ Α'

ΟΜΙΛΙΑ B'

ΟΜΙΛΙΑ Γ'

ΟΜΙΛΙΑ Δ'

ΟΜΙΛΙΑ Ε'

ΟΜΙΛΙΑ ΣΤ'

ΟΜΙΛΙΑ Ζ'

ΟΜΙΛΙΑ Η'

ΟΜΙΛΙΑ Θ'

ΟΜΙΛΙΑ Ι'

ΟΜΙΛΙΑ ΙΑ'

ΟΜΙΛΙΑ ΙΒ'

ΟΜΙΛΙΑ ΙΓ'

ΟΜΙΛΙΑ ΙΔ'

ΟΜΙΛΙΑ ΙΕ'

ΟΜΙΛΙΑ ΙΣΤ'

ΟΜΙΛΙΑ ΙΖ'

ΟΜΙΛΙΑ ΙΗ'

ΟΜΙΛΙΑ ΙΘ'

ΟΜΙΛΙΑ Κ'

ΟΜΙΛΙΑ Α΄

ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΕΙΡΗΝΗΣ

Ρηθεῖσα μετά τρίτην ἡμέραν τῆς πρός Θεσσαλονίκην ἐπιδημίας.

Ἀδελφοί μέν ἡμεῖς πάντες, ὡς ἑνός δεσπότου καί ποιητοῦ, ὅν καί Πατέρα κατά τοῦτο κεκτήμεθα κοινόν˙ ἀλλά τήν ἀδελφότητα ταύτην κοινήν ἔστιν ὡς ἔχομεν καί πρός τήν ἄλογον καί ἀναίσθητον φύσιν. Ἡμεῖς δέ ἀλλήλων ἐσμέν ἀδελφοί, καί ὡς ἐξ ἑνός γηγενοῦς τοῦ Ἀδάμ ὄντες ἅπαντες, καί κατ᾿ εἰκόνα μόνοι γεγονότες Θεοῦ˙ ἀλλά καί τοῦτο κοινόν ἡμῖν τε καί πᾶσιν ἔστι τοῖς ἔθνεσιν˙ Ἡμεῖς δέ ἀλλήλων ἐσμέν ἀδελφοί, καί ὡς ὁμογενεῖς ἔτι μᾶλλον καί τήν αὐτήν οἰκοῦντες˙ μάλιστα δέ πάντων ὡς κοινήν πλουτοῦντες μητέρα τήν ἱεράν ἐκκλησίαν καί τήν εὐσέβειαν, (σελ. 28) ἧς ἀρχηγός καί τελειωτήν Χριστός ὁ τοῦ Θεοῦ γνήσιος Υἱός, ὅς ἡμῶν οὐ Θεός ἐστι μόνον, ἀλλά καί ἀδελφός εὐδόκησεν εἶναι, καί Πατήρ˙ καί οὐ ταῦτα μόνον, ἀλλά καί κεφαλή, συνάγων εἰς ἕν σῶμα πάντας ἡμᾶς, καί ποιῶν ἀλλήλων εἶναι μέλη καί ἑαυτοῦ.

Μετά γάρ τήν ἐκ νεκρῶν αὐτοῦ τριήμερον ἔγερσιν, ὀφθείς ταῖς προσελθούσαις τῷ τάφῳ γυναιξίν, ἔλεγεν ὁ Κύριος˙ «ὑπάγετε, εἴπατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τήν Γαλιλαίαν, κἀκεῖ με ὄψονται». Ὁρᾶτε ὅπως ἀδελφός ἡμῶν ἀξιοῖ καλεῖσθαι; Διό καί ὁ Ἀπόστολος περί αὐτοῦ φησιν˙ «οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλά σπέρματος Ἀβραάμ ἐπιλαμβάνεται˙ ὅθεν ὤφειλε κατά πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι». Ὅτι δέ καί Πατήρ ἡμῶν ἐστιν ὁ Χριστός, ἀναγενήσας ἡμᾶς διά τοῦ ἁγίου βαπτίσματος καί τῆς αὐτοῦ θείας χάριτος, διά τοῦτο τεκνία ἑαυτοῦ τούς οἰκείους μαθητάς ὀνομάζει, καί μή ἀφήσειν αὐτούς ὀρφανούς ἐπί τό σωτήριον πάθος ἐρχόμενος ἐπαγγέλεται˙ ὅθεν πάλιν φησίν ὁ Ἀπόστολος ὡς, «Ἐπεί οὖν τά παιδία κεκοινώνηκε σαρκός καί αἵματος, καί αὐτός παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διά τοῦ θανάτου καταργήσει τόν τό κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τόν διάβολον». Ὅτι δέ καί ἕν σῶμα πάντες ἐσμέν ἐν Χριστῷ, Παῦλος καί τοῦτο πιστώσεται λέγων˙ «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καί μέλη ἐκ μέρους». Καθάπερ γάρ τό σῶμα ἕν ἐστι καί μέλη ἔχει πολλά, πάντα δέ τά μέλη τοῦ ἑνός σώματος πολλά ὄντα σῶμά ἐστιν ἕν, οὕτω καί ὁ Χριστός˙ καί γάρ ἐν ἑνί Πνεύματι πάντες ἡμεῖς εἰς ἕν σῶμα ἐβαπτίθημεν.

(σελ. 30) Ἕν οὖν ἡμῖν ἐστιν ἀδελφοί τό τῆς παλιγγενεσίας καί θεογενεσίας λουτρόν˙ μία πίστις, μία ἐλπίς, εἷς Θεός ἐπί πάντων, καί διά πάντων, καί ἐν πᾶσιν ἡμῖν, συνάγων ἡμᾶς εἰς ἑαυτόν δι᾿ ἀγάπης ἐνθέου καί μέλη ποιῶν ἀλλήλων καί ἑαυτοῦ. Ἀλλά τό πρός ἀλλήλους μῖσος ἐπεισελθόν τῇ συνεργείᾳ τοῦ πονηροῦ καί τήν ἀγάπην ἐξῶσαν, μᾶλλον δέ οὐχ ἅπαξ, ἀλλά καί πολλάκις ἐπεισερχόμενον καί τήν δι᾿ ἀγάπης πρός ἀλλήλους τε καί πρός τόν Θεόν ἕνωσιν ἡμῶν διαλῦον, οὐ μόνον ἀπ᾿ἀλλήλων παραλύει τά κοινά τῆς πόλεως μέλη καί οἷον πάρετον αὐτήν ἀπεργάζεται, ἀλλά καί εἰς πόλεμον ἀντικαταστῆσαν ταῦτα μερίδας ἐμφυλίους στάσεις κινεῖ καί συγχύσεις καί ταραχάς ἀνηκέστους, καί τούς ὁμοφύλους ἀντιπάλους κατασκευάσαν, σχῆμα πόλεως ὑπ᾿ ἐχθρῶν ἁλούσης τῇ καθ᾿ ἡμᾶς ταύτῃ περιτίθησι πόλει, αὐτήν ἐφ᾿ ἑαυτήν ἐλεεινῶς ἐγεῖρον καί αὐτεπίβουλον καί πολεμίαν ἑαυτῆς ἐργαζόμενον˙ ὡς ὑπό τῆς ἁλιτηριώδους στάσεως ταύτης εἰς αἴνιγμα τά κατ᾿ αὐτήν περιίστασθαι.

Τίνες γάρ οἱ τήν πόλιν ἐπιτρέχοντες, ἔσθ᾿ ὅτε καί τούς οἴκους καταστρέφοντες, καί τά ἐν τοῖς οἴκοις διαρπάζοντες, καί σύν πολλῇ μανίᾳ τούς τῶν οἴκων δεσπότας ρινηλατοῦντες, καί κατ᾿ αὐτῶν φονῶντες ἀνιλεῶς τε καί ἀπανθρώπως; Οὐχ οἱ τήν πόλιν οἰκοῦντες ταύτην; Τίνες καθ᾿ ὧν ἡ τηλικαύτη μανία καί βοή καί ὁρμή καί καταδρομή; Οὐχί καί οὗτοι πάλιν οἱ τήν πόλιν οἰκοῦντες ταύτην, ἔστι δ᾿ ὅτε καί παρ᾿ ὧν ἀπήλαυσε πολλῶν ἀγαθῶν; Ὤ τοῦ πάθους! Βαβαί τοῦ μεγέθους τῆς ἀθλιότητος! Αὐτή ἑαυτήν πολεμεῖ, αὐτή ὑφ᾿ ἑαυτῆς πολεμεῖται, ποσίν οἰκείους ἐλαύνεται, χερσίν οἰκείαις κατεδαφίζεται, φαναῖς οἰκείαις κατακροτεῖται, τῶν ἐν αὐτῇ (σελ. 32) κρειττόνων ὑποπτησσόντων καί τοῦ βαναύσου καί χείρονος κακῶς κατάρχοντος μέρους. Ἆρ᾿ οὐχί καί τῆς νόσου τῶν ἀναγεγραμμένων ἐν τῷ εὐαγγελίῳ παραλύτων ἐκείνων ἡ συμβαίνει εἰθισμένη νόσος αὕτη πολλῷ χείρων ἐστί καί ὅσον ἀργίας ἡ κακουργία πολλῷ χεῖρον καί βλαβερώτερον;

Ἀλλά μή δυσχεραίνητε τούτων ἀκούοντες˙ οὐ γάρ ἵνα ὀνειδίσω ταῦτα πρός ὑμᾶς λέγω, ἀλλ᾿ ἵνα ἐπιγνόντες τήν νόσον, νῦν ὅτε νήφετε ταύτης ἀπέχοντες, ζητήσητε τήν αἰτίαν, ἀφ᾿ ἧς ταύτῃ περιπεπτώκατε, καί ποθήσητε τήν ἰατρείαν, καί σπεύσαντες κτήσησθε καί διαφυλάξητε ταύτην, τοῦ Θεοῦ διδόντος τήν ἰατρείαν, καί πρός ταύτην ἐνδυμοῦντος ὑμᾶς, ὡς καί ἐπί τῶν παραλυτικῶν ἐκείνων πεποίηκεν˙ οὐ γάρ μόνον ἐθεράπευσεν αὐτούς, ἀλλά καί δύναμιν αὐτοῖς παρέσχεν, ὡς καί τόν κράββατον ἑκάτερον ἀναθέμενον, ἐφ᾿ ᾧ κατέκειτο, βαδίζειν ἀπροσκόπως.

Ἀλλά τί τό αἴτιον τοῖς τεθεραπευμένοις παραλυτικοῖς ἐκείνοις; Δύο γάρ ἦσαν, ὁ μέν ἐν Ἰερουσαλήν παρά τῇ τοῦ Σιλωάμ κολυμβήθρᾳ κείμενος, ὁ δέ ἐν Καπερναούμ, ὑπό τεσσάρων φερόμενος. Τί οὖν τῆς νόσου τούτοις τό αἴτιον; Ἡ ἁμαρτία. Καί τοῦτο δείκνυσιν ὁ Κύριος˙ τῷ μέν γάρ, ἰδών αὐτοῦ τήν πίστιν πρό τῆς σωματικῆς ἰάσεώς φησι˙ «Τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου». Τό δέ μετά τήν ἴασιν εὑρών, «Ἴδε», φησίν, «ὑγιής γέγονας˙μηκέτι (σελ. 34) ἁμάρτανε, ἵνα μή χεῖρόν τί σοι γέγηται». Ὥσπερ οὖν ἐπ᾿ ἐκείνων ἡ ἑκατέρου ἁμαρτία φυγαδεύσασα τήν ὑγείαν παρέτου ἐποίησεν, οὕτω καί ἐφ᾿ ὑμῶν, ἡ κοινή ἁμαρτία φυγαδεύσασα τήν ἀγάπην πολεμίους ὑμᾶς ἀλλήλους κατέστησε˙ πόθεν γάρ ἀπωλέσατε, τήν ἀγάπην, εἰ μή ἀπό τῆς φιλαμαρτήμονος γνώμης; «Ἐν γάρ τῷ πληθυνθῆναι τήν ἁμαρτίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν», ἐν τοῖς Εὐαγγελίοις φησίν ὁ Κύριος˙ ψυγείσης δέ τῆς ἀγάπης τελείως, τήν τοῦ Θεοῦ χάριν καί κηδεμονίαν παραμένει ἀδύνατον.

Καί ἵνα δι᾿ ὑποδείγματος ὑμῖν τό πάθος παραστήσω, λύχνῳ ἔοικεν ἡμῶν ἡ ἑκάστου ψυχή, ὡς ἐλαίου μέν ἔχουσα τήν ἀγαθοεργίαν, ἀντί δέ θρυαλλίδος φέρουσα τήν ἀγάπην, ᾗ ἐπαναπαύεται, ἀντί φωτός, ἡ χάρις τοῦ θείου Πνεύματος. Τοῦ τοίνυν ἐλαίου τούτου, δηλονότι τῆς ἀγαθοεργίας ἐκλειπούσης, ἡ ἀντί θρυαλλίδος ἐνοῦσα τῇ ψυχῇ ἀγάπη ἐξ ἀνάγκης ψύγεται καί οὕτω τό φῶς τῆς τοῦ Θεοῦ κηδεμονίας καί χάριτος ἀφίπταται, τῶν φυγόντων τήν ἀρετήν καί τήν ἀγάπην φυγαδευσάντων ἀνθρώπων˙ καί ὁ πρός ἀλλήλους αὐτοῖς τάραχος ἐπιγίνεται, τοῦ Θεοῦ τό πρόσωπον ἀπ᾿ αὐτῶν ἀποστρέψαντος, πρός ὅν φησιν ὁ Δαβίδ˙ «ἀποστρέψαντος δέ σου τό πρόσωπον ταραχθήσονται». Οὕτως ἐκ τῆς ἁμαρτίας ἐμφύλιος στάσις καί σύγχυσις ἡμῖν ἐπιγίνεται, κακίας ἅπαν εἶδος ἐπαγομένη καί τόν ἀρχηγόν τῆς κακίας τοῖς στασιάρχαις καί στασιασταῖς ἐνοικίζουσα, ὅς εἰς θηρία μετασκευάζει, οὐ πολύ δέ εἰπεῖν, ὅτι καί δαιμόνων ἦθος κεκτῆσθαι παρασκευάζει τούς ἐν οἷς εἰσοικίζεται. (σελ. 36) Καί οὕτως ἀνθρωποκτόνον τόν ἄνθρωπον ὁ ἐξ ἀρχῆς ἀνθρωποκτόνος καί μισάνθρωπος ἀπεργάζεται καί τῷ ζωοδότῃ Χριστῷ ἀντικείμενον, πόσῳ μᾶλλον τοῖς ἐπί γῆς βασιλεῦσιν ἤ τῷ κατά πνεῦμα πατρί καί ποιμένι καί διδασκάλῳ, ἀνήκοον καί ἀντίθετον.

Ἐπιστρέψατε οὖν εἰς τήν ὁδόν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, καί ταύτης ἀντέχεσθε βεβαίως, ἵν᾿ ὑμῶν ἀειθαλής εἴη καί διηνεκής ἡ πρός ἀλλήλους ὁμόνοια, καί ἐπιστραφῇ πάλιν πρός ὑμᾶς ὁ Κύριος, καί ἐπαναπαύσηται ἐφ᾿ ὑμᾶς μετά τῆς εἰρήνης καί ἡ χάρις τοῦ θείου Πνεύματος. Ἀλλ᾿ ὁ ἐπί τῆς Ἰερουσαλήμ παραλυτικός ἐκεῖνος παρέκειτο τῇ τούς νοσοῦντας ἰωμένῃ τοῦ Σιλωάμ κολυμβρήθρα˙ οὐδέ ὑμεῖς τελείως ἀπέστητε τῆς βραβευούσης τήν εἰρήνην Ἐκκλησίας Χριστοῦ. Ἀλλ᾿ ὡς ἐκεῖνος ἄνθρωπον οὐκ εἶχε τόν συνεργήσοντα πρός τήν ἀπό τῆς κολυμβήθρας ἐκείνης χάριν, οὕτως οὐδέ ὑμῖν ἐνταῦθα ποιμήν ὑπῆρχε κηρύττων εἰρήνην, καί συνάγων τά διεσκορπισμένα μέλη, καί συνάπτων πρός ἑαυτά, καί τήν ἀπό τοῦ μίσους νόσον καί καχεξίαν ἐκβάλλων τοῦ σώματος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.

Νῦν οὖν ἡμεῖς ἐπέστημεν ἤδη, καί σύνεσμεν ὑμῖν ἐν Χριστῷ, καί ὑπέρ Χριστοῦ πρεσβεύομεν, ὡς αὐτοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Καταλλάγητε τῷ Θεῷ. Ἐπίγνωτε τήν πρός ἀλλήλους συγγένειαν, οὐ κατά ψυχήν μόνον, ἀλλά καί κατά σῶμα προσοῦσαν ἐκ προγόνων ὑμῖν. Ἀναμνήσθητε τῶν πρότερον τῆς εἰρήνης ἡμερῶν ἐκείνων, πόσων δι᾿ αὐτῆς ἀπελαύετε καλῶν, ὧν πάντων ἐστερήθητε νῦν. Μή λογίζεσθε τό κακόν, μηδ᾿ ἀντιδιδόναι κακόν ἀντί κακοῦ θελήσητε, ἀλλ᾿ ἐν τῷ ἀγαθῷ νικήσατε τό κακόν. Τήν πρός (σελ. 38) ἀλλήλους ἀγάπην ἐντερνισάμενοι, ὡς ἄν καί τήν παρά Θεοῦ ἀγάπην κτήσησθε, καί τήν πρός αὐτόν ἀγάπην ἐνδείξησθε˙ οὐδέ γάρ ἐστιν ἀγάπην πρός Θεόν ἔχειν, ἤ τήν παρ᾿ αὐτοῦ χάριν καί κηδεμονίαν καρποῦσθαι τούς μή ἀγαπῶντας τούς ἰδίους ἀδελφούς.

Ὑπακούσατέ μοι νῦν ἐλθόντι πρός ὑμᾶς ἀδελφοί, καί τήν εἰρήνην πρό πάντων τε καί πρός πάντας εὐαγγελιζομένῳ κατά τό τοῦ Κυρίου παράγγελμα˙ καί συνεργάσασθέ μοι ταύτην, χαριζόμενοι ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καί ὁ Χριστός ἐχαρίσατο ἡμῖν, ἵνα γένησθε υἱοί τῆς εἰρήνης, ταὐτό δ᾿ εἰπεῖν τοῦ Θεοῦ. Αὐτός γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ὁ ποιήσας τά ἀμφότερα ἕν, καί τό μεσότοιχον τοῦ φραγμοῦ λύσας, καί καταργήσας τήν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ. Αὐτός καί πρός τούς ἰδίους μαθητάς καί δ᾿ ἐκείνων εἶπε πρός ἡμᾶς, εἰς ἥν ἄν πόλιν ἤ οἰκίαν εἰσέλθωμεν, τήν εἰρήνην προκαταγγέλειν αὐτοῖς. Καί τό ἔργον ἅπαν τῆς αὐτοῦ παρουσίας ἡ εἰρήνη ἐστί, καί δι᾿ αὐτήν κλίνας οὐρανούς ἐπί τήν γῆν κατῆλθε. Διό καί ὁ Δαβίδ περί αὐτοῦ προεῖπεν˙ «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καί πλῆθος εἰρήνης». Καί ἐν ἑτέρῳ ψαλμῷ πάλιν περί αὐτοῦ φησιν˙ «ὅτι λαλήσει εἰρήνην ἐπί τόν λαόν αὐτοῦ καί ἐπί τούς ὁσίους αὐτοῦ, καί ἐπί τούς ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν».

Δείκνυσι δέ καί ὁ ἐπί τῇ γεννήσει τούτου παρά τῶν ἀγγέλών ὕμνος, ὅτι τήν εἰρήνην ἡμῖν κομίζων οὐρανόθεν ἦλθεν ἐφ᾿ ἡμᾶς, «δόξα», λεγόντων, «ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία». Καί αὐτός δέ πληρῶν ἤδην τήν σωτήριον (σελ. 40) οἰκονομίαν, τήν εἰρήνην ἀντί κληρονομίας τοῖς οἰκείοις ἀφῆκε, λέγων πρός αὐτούς, «εἰρήνην τήν ἐμήν δίδωμι ὑμῖν, εἰρήνην τήν ἐμήν ἀφίημι ὑμῖν». Καί πάλιν, «εἰρηνεύετε ἑαυτοῖς καί πᾶσι»˙ καί, «ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους». Καί ἡ τελευταία ἥν ἔδωκεν ἡμῖν εὐχή, πρός τόν οἰκεῖον Πατέρα ἀναβαίνων, τήν πρός ἀλλήλοις ἀγάπην ἐπιστηρίζει˙ «Δός γάρ αὐτοῖς», φησίν, «ἵνα πάντες ἕν ὦσι».

Μή οὖν ἐκπέσωμεν τῆς πατρικῆς εὐχῆς, μηδέ τήν κληρονομίαν ἀποβαλώμεθα τοῦ οὐρανίου Πατρός, μηδέ τήν σφραγῖδα καί τό σημεῖον τῆς πρός αὐτόν οἰκειότητος, ἵνα μή καί τήν υἱοθεσίαν καί τήν εὐλογίαν καί τήν πρός αὐτόν μαθητείαν ἀποβαλώμεθα, καί τῆς ἐπηγγελμένης ἐκπέσωμεν ζωῆς, καί ἀποκλεισθῶμεν τοῦ πνευματικοῦ νυμφῶνος, καί παρ᾿ αὐτοῦ τοῦ εἰρηνάρχου Πατρός ἀκούσωμεν˙ οὐκ οἶδα ὑμᾶς˙ ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ τοῦ μίσους καί τῆς ἔχθρας καί τῶν σκανδάλων αἴτιοι˙ ὅς, ἵνα μή τοῦτο πάθωμεν, διά τῶν ἁγίων αὐτοῦ Μαθητῶν καί Ἀποστόλων παντί τῷ κόσμῳ τήν εἰρήνην ἀπέστειλε.

Διό καί αὐτοί ἐν ταῖς οἰκείαις ὁμιλίαις καί τοῖς συγγράμμασι, ταύτην πρό πάντων τιθέασι τῶν λόγων, «χάρις ὑμῖν καί εἰρήνη ἀπό Θεοῦ», προοιμιαζόμενοι. Ταύτην καί ἡμεῖς ὡς ὑπηρέται τῆς ἐκείνων διακονίας, ὑμῖν ἥκομεν ἀρτίως κομίζοντες, καί μετά Παύλου πρός ἡμᾶς λέγομεν˙ «εἰρήνην διώκετε μετά πάντων καί τῶν ἁγιασμόν ἧς χωρίς οὐδείς ὄψεται τόν Κύριον». Εἰ δέ, χωρίς τῆς μετά πάντων εἰρήνης, οὐδείς ὄψεται τόν Θεόν, ὁ μηδέ μετά τῶν (σελ. 42) πατριωτῶν εἰρηνεύων, πῶς ὄψεται τόν Θεόν ἐν αἰῶνι τῷ μέλλοντι; Πῶς δέ οὐκ ἀκούσεται τότε, «ἀρθήτω, ἵνα μή ἴδοι τήν δόξαν Κυρίου»; Ἀλλ᾿ ἡμῶν μηδένα γένοιτο ταύτης ἀκοῦσαι τῆς ἀπευκταίας φωνῆς, ἀλλά καταλλαγέντας, καί συναχθέντας πάντας διά τῆς εἰρήνης καί ἀγάπης καί ὁμονοίας εἰς ἕν, ἐν μέσῳ ἔχειν αὐτόν, κατά τήν αὐτοῦ γλυκεῖαν ἐπαγγελίαν, τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξευμαρίζοντα μέν ἡμῖν τήν τοῦ παρόντος βίου δυσχέρειαν, χαριζόμενον δέ ἐν καιρῷ εὐθέτω τήν αἰώνιον ζωήν καί δόξαν, καί βασιλείαν.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καί φιλανθρωπίᾳ τοῦ εἰρηνοδώρου Θεοῦ καί Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ˙ ᾧ πρέπει δόξα, κράτος, τιμή καί προσκύνησις, σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ ζωοποιῷ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας. Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.