ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

(στθ' - σκθ')

(σμ' - σαν')

(σνβ' - σξβ')

(σο' - σπθ')

(σ'- τκβ')

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

ΚΕΙΜΕΝΑ

ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ

(ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ)

ΤΟΜΟΣ Β'

 

Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

 

στθ'

Ἀδελφός τις ἔχων τρεῖς λογισμούς, καί βουλόμενος ἐρωτῆσαι τόν μέγαν Γέροντα, οὐ σαφῶς τήν ἐρώτησιν ἐποιήσατο, ἀλλά δι᾿ αἰνιγμάτων θέλων λαθεῖν τόν Ἀββᾶν˙ στοιχεῖα γάρ τινα γράψας, καί κατά διάνοιαν ἐνθυμηθείς ὅπερ ἐρωτῆσαι ἐβούλετο, ἑκάστῳ κεφαλαίῳ τά δόξαντα αὐτῷ στοιχεῖα ἐν τῇ διανοίᾳ αὑτοῦ [ἐνετυπώσατο]. Ἦν δέ τά στοιχεῖα ταῦτα˙ πρῶτον τό ῖ, ᾧτινι κατά νοῦν διετύπωσεν ἐρώτησιν περί τε ἡσυχίας ἀκριβοῦς καί παντελοῦς σιωπῆς τοῦ μηδενί παντελῶς συντυχεῖν˙ δεύτερον τό κ, περί διαίτης, δι᾿ οὗ ἐσημαίνετο εἰ δεῖ ξηροφαγεῖν καί ἀοινεῖν καί εἰ δεῖ συντυγχάνειν μόνῳ τῷ ἰδίῳ ὑπηρέτῃ˙ τρίτον τό λ, δι᾿ οὗ ἐπηρώτα εἰ δεῖ συντυχίας ποιεῖσθαι καί τῷ σώματι ἐν τῇ τροφῇ συγκαταβαίνειν.

 

Ὁ δέ πρός ταῦτα ἀπεκρίνατο αὐτῷ οὕτως.

Μή ἐκκλίνῃς εἰς τά δεξιά, μηδέ εἰς τά ἀριστερά, ἕως οὗ τά δύο ἀμφοτεροδέξια γένηται.

 

σκ'

Ὁ αὐτός ἀδελφός τῷ αὐτῷ μεγάλῳ Γέροντι ἐρώτησιν ἑτέραν ἐποιήσατο, οὔτε σαφῶς αὐτήν ἐρωτήσας, οὔτε στοιχείοις δι᾿ αἰνιγμάτων, καθώς τό πρότερον αὐτήν ἐντυπώσας, ἀλλά μόνῳ τῷ νοΐ ἐνθυμηθείς˙ ἦν δέ περί βάρους ὕπνου καί ἀσθενείας ψυχῆς καί αἴτησις περί βοηθείας καί προσευχῆς ὑπέρ τῆς αὐτοῦ σωτηρίας˙ καί τί ἐστι τό ρηθέν ἐν τῇ ἀποκρίσει, ἕως οὗ τά δύο ἀμφοτεροδέξια γένηται.

 

Πρός ἅ ὁ Γέρων ἀπεκρίνατο ταῦτα.

Τό μέν πρῶτόν ἐστιν ἐπιζήμιον, τό δέ δεύτερον ὠφέλιμον˙ καί ὅσον ἐπιζήμιόν ἐστι τό πρῶτον, τοσοῦτον ὠφελιμώτερον τό δεύτερον.

 

σκα'

Πρός ταῦτα πάλιν ἀπορήσας ὁ ἀδελφός παρεκάλει μαθεῖν, πῶς τε ἐπιζήμιόν ἐστι καί τί δεῖ ποιῆσαι πρός ἐπικουρίαν˙ καί τί ἐστι τό ἐν τῇ ἀποκρίσει εἰρημένον περί τῶν δύο.

 

Ὁ δέ ἀπεκρίνατο οὕτως.

 

Πάντα ὀρθά τοῖς συνιοῦσιν˙ αὕτη ἡ φύσις διδάσκει ἡμᾶς. Καί περί μέν τοῦ τί ἐστι τά δύο, περί ὑμῶν εἶπον, περί τε τοῦ ἐρωτῶντος καί τοῦ διακονοῦντος τῇ ἀποκρίσει. Περί δέ τοῦ ὕπνου, περί ψυχῆς καί σώματός ἐστιν. Ἐάν γάρ μή δουλωθῇ τό σωματικόν τῷ πνευματικῷ, οὐ δύναται καταπονηθῆναι τά πάθη ἀπ᾿ αὐτοῦ˙ διά τοῦτο γάρ παρεπλησιάσα τούς λογιμούς ἀλλήλοις.

 

σκβ'

Πρός ταῦτα. Ἀπορήσαντος δέ αὐτοῦ πάλιν τό παραπλησιάσαι τούς λογισμούς ἀλλήλοις, τίποτε ἆρά ἐστι; καί τοῦτο μαθεῖν αἰτοῦντος.

 

Ἀπεκρίνατο αὐτῷ ταῦτα.

 

Συγχωρήσατέ μοι διά τόν Κύριον˙ ἐν ἀφροσύνῃ λαλῶ. Ὁ Κύριος εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς, «ἀκμήν καί ὑμεῖς ἀσύνετοί ἐστε;». Τό κεφάλαιον τό πρῶτον, καί τό κεφάλαιον τό <δεύτερον> ἕν ἐστι.

 

σκγ'

Ταῦτα ἀκούσας ὁ ἀδελφός ἐδήλωσε τῷ Γέροντι. Πάτερ, ὑποτίθημι τήν ψυχήν μου εἰς τούς οἰκτιρμούς τοῦ Θεοῦ καί τάς χεῖράς σου˙ εὖξαι ὑπέρ σωτηρίας τῆς ταπεινῆς μου ψυχῆς.

 

Ἀπόκρισις διά γραμμάτων.

Ἀδελφέ, προσέχωμεν ἑαυτοῖς μετά προσοχῆς πολλῆς καί γάρ οὐκ ἔστιν ἀφαρεί προσέχειν τοῖς πράγμασιν˙ εἰ γάρ ὁ Ἀπόστολος καταλαβών, ἑαυτόν κηρύττει μή κατειληφέναι, πόσῳ μᾶλλον ἡμεῖς οἱ μηδαμινοί ὀφείλομεν ταπεινοφρονεῖν; Ἐπειδή οὖν ὡς ἔδοξεν ὑμῖν διά τοῦ Θεοῦ δέξασθαι λογισμούς ἐν αἰνίγματι καί ὡσαύτως ἐν αἰνίγματί σου ἀπόκρισιν αὐτῶν δοῦναι, ἅτινα μηρυκισμόν πνευματικόν ἐμποιεῖ ἐν τῇ λογικῇ ψυχῇ, μάλιστα τοῖς συνιοῦσιν˙ ἐξερευνῶντες γάρ τά αἰνίγματα, εὑρίσκομεν βρύουσαν τήν αὐτῶν ὠφέλειαν. Ἔχοντες οὖν νύσσοντα ἡμᾶς τόν Ἀπόστολον λέγοντα, «μή τά ὑψηλά φρονοῦντες, ἀλλά τοῖς ταπεινοῖς συναπαγόμενοι», μηκέτι δι᾿ αἰνιγμάτων ἀεί λέγε σου τούς λογισμούς˙ καί γάρ ἡ ἀνόητός μου ἀπόκρισις, ποιήσει μή νοῆσαι, καί εἰς ὄχλησιν συνεχεστέραν παρασκευάζει ἡμᾶς ἀμφοτέρους.

Ὡς ἀληθῶς γάρ, οὔτε ὠφέλιμόν ἐστιν ἡμῖν τό διά παντός αἰνιγματωδῶς λαλεῖν ἤ γράφειν ἀλλήλοις, κἄν ἴδωμεν ὅτι κεχάρισται ἡμῖν τοῦτο ἀπό τοῦ Θεοῦ, ἀλλά γινομένης ἀνάγκης. Ἐπεί δέ κατά Θεόν μέλη ἐσμεν ἀλλήλων καί τό «ἀδελφός ὑπ᾿ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά» ἔχομεν, φανερῶς εἰπέ σου τούς λογισμούς διά τοῦ ἀδελφοῦ ἤ γράψον, καί οὕτως ἀκούεις˙ αὕτη γάρ ἀμφοτέροις ταπείνωσίς ἐστι. Τίς γάρ χρεία, εἰπέ μοι, διά ὑψηλῶν λαλεῖν, δυναμένους διά ταπεινώσεως παρελθεῖν; Καί τοῦτο δέ σπανίως ποίει˙ ὠφελεῖ γάρ τήν καρδίαν συντριβή ἡ μετά τῶν λογισμῶν.

Τό οὖν εἰπεῖν σε, ὑποτίθημι τήν ψυχήν καί τό σῶμα, εἴ τις διά τόν Θεόν φρονεῖ ὑποταγῆναι τῷ ἰδίῳ ἀδελφῷ, νοητέον ἐστίν ὅτι τῷ Θεῷ ὑποτάσσεται. Αὐτός οὖν δύναται ἐξυπνίσαι ἡμᾶς ἐκ τοῦ ὕπνου τῆς νοητῆς μέθης. Καθώς δέ με ᾔτησας εὔξασθαι, κἀγώ σε παρακαλῶ τό αὐτό˙ γραφικός γάρ ὁ λόγος˙ φησί δέ, ὅτι καί ἰαματικός. Ἐπειδή οὖν τά δύο κεφάλαια ὡς δυσεύρετα ὑμῖν ἐστίν, ἰδού φανερῶς λέγω. Τό κατά τήν πρώτην γραφήν ἰδικῶς ἐστι περί σοῦ καί τοῦ ἐμοῦ υἱοῦ Σερίδου. Καί τό δεύτερον κεφάλαιον περί ψυχῆς καί σώματος, καί ταὐτόν νοεῖται εἰς τό σωματικόν καί πνευματικόν˙ φησί γάρ˙ «ἐάν συμφωνήσωσι δύο ἐξ ὑμῶν, εἴ τι ἄν αἰτήσωνται προσευχόμενοι, λήψονται». Νοεῖται δέ τοῦτο καί εἰς ἡμᾶς πάντας˙ ἐάν γάρ μή συμφωνήσωμεν, οὐδέποτε φαίνεται παρ᾿ ἡμῖν διαγωγή καθαρά.

Εὖξαι οὖν, ἀδελφέ, ἵνα ἐξέλθωμεν εἰρηνικῶς τάς μικράς ἡμῶν ἡμέρας˙ οὐ γάρ ὥς ἔτυχέν ἐστιν, «ὁ γάρ προσκολλώμενος τῷ Κυρίῳ, ἕν πνεῦμα ἐστι». Δώῃ πᾶσιν ἡμῖν τοῦτο τό πέραμα τοῦ πελάγους διελθεῖν ἀβλαβεῖς ἐν τῷ ὀνόματι αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Κτῆσαι ταπείνωσιν, ὑπομονήν, ἐλπίδα, καί τήν πάντων μείζονα εἰς Θεόν ἀγάπην.

 

σκδ'

Ἠρώτησέ τις τόν ἀββᾶν Ἰωάννην περί πράγματος. Καί λαβών ἀπόκρισιν ἔπεμψε περί τοῦ αὐτοῦ πράγματος ἐρωτῶν τόν ἀββᾶν Βαρσανούφιον, μή εἰπών ὅτι ἤδη ἐρώτησε τόν ἄλλον Γέροντα περί αὐτοῦ˙ καί ἀπεκρίθη ὁ Γέρων˙ καθώς εἶπέ σοι ὁ ἀδελφός Ἰωάννης ποίησον. Καί πάλιν μετά τινα χρόνον συνέβη τόν αὐτόν ἀδελφόν ἐρωτῆσαι τίποτε τόν ἀββᾶν Ἰωάννην καί ἀκούσας τήν ἀπόκρισιν, ἔπεμψεν ἐρωτῶν τά αὐτά τόν ἀββᾶν Βαρσανούφιον. Ὁ δέ Γέρων ἐδήλωσεν αὐτῷ λέγων ˙ Ἀρκεῖ σοι λοιπόν˙ ὁ Θεός Βαρσανουφίου καί Ἰωάννου εἷς ἐστι. Καί οὐκ ἔτι προσέθηκεν ἐκεῖνος τούς δύο ἐρωτῆσαι ποτέ περί τοῦ αὐτοῦ πράγματος ἀρκούμενος τῇ τοῦ ἑνός ἀποκρίσει.

 

Ἀπόκρισις

Ὤκησε δέ ὁ αὐτός ἀββᾶς Ἰωάννης ἐν τῷ πρώτῳ κελλίῳ τοῦ Γέροντος, τῷ κτισθέντι αὐτῷ ἔξω τῆς μονῆς, ἔτι δέκα καί ὀκτώ ἡσυχάζων, ἕως τῆς αὐτοῦ τελευτῆς, προμηνύσας αὐτήν οὕτω λέγων˙ ὁτι εἰς τά ἕβδομα τοῦ ἀββᾶ Σερίδου τελευτῶ. Καί ἡμῶν δεομένων αὐτοῦ μή ἀφῆσαι ἡμᾶς ὀρφανούς, ἔλεγεν˙ εἰ ἔμεινεν ὁ ἀββᾶς Σέριδος, εἶχον μεῖναι ἄλλα πέντε ἔτη˙ ἐπειδή δέ ἔκρυψέ μοι ὁ Θεός καί ἔλαβεν αὐτόν, οὐκ ἔτι μενῶ. Τότε ὁ ἀββᾶς Αἰλιανός, ὡς νεωστί κουρευθείς καί τῇ προβολῇ αὐτοῦ γενόμενος ἡγούμενος τοῦ κοινοβίου, παρηνώχλει τῷ ἀββᾶ Βαρσανουφίῳ διά πολῶν δεήσεων καί δακρύων, χαρίσασθαι ἡμῖν αὐτόν, ὡς αὐτοῦ τοῦ ἀββᾶ Βαρσανουφίου μηκέτι παρέχοντος ἀπόκρισιν.

Τοῦτο οὖν γνούς τῷ πνεύματι ὁ ἀββᾶς Ἰωάννης πάλιν τῇ ἄλλῃ ἡμέρᾳ, ὅτε κατήλθομεν παρακαλέσαι αὐτόν, προλαβών εἶπε τῷ ἀββᾶ Αἰλιανῷ˙ Τί τῷ Γέροντι παρενοχλεῖς δι᾿ ἐμέ; Μή κακοπαθῇς, οὐ γάρ μένω. Τότε ἡμῶν πλησθέντων κλαυθμοῦ, καί αὐτῷ προσπεσόντων, ἀντελάβετο ὁ ἀββᾶς Αἰλιανός καί εἶπε˙ Κἄν δύο ἑβδομάδας χάρισαί μοι, ἵνα ἐρωτήσω σε περί τοῦ μοναστηρίου καί τῆς διοικήσεως αὐτοῦ. Ὁ δέ Γέρων σπλαγχνισθείς καί κινηθείς ἐκ τοῦ ἐνοικοῦντος αὐτῷ Ἁγίου Πνεύματος, εἶπε˙ καί ἰδού ἔχεις με τάς δύο ἑβδομάδας. Ἔμεινε δέ ὁ ἀββᾶς Αἰλιανός ἐρωτῶν αὐτόν περί ἑκάστου πράγματος τῆς διοικήσεως τοῦ κοινοβίου, καί τῶν δύο ἑβδομάδων πληρωθεισῶν, ἐνετείλατο ἡμῖν μή φανερῶσαι τήν κοίμησιν αὐτοῦ, ἄχρι τῆς ἡμέρας. Καί καλέσας πάντας τούς ἀδελφούς καί τούς εὑρεθέντας ἐν τῷ κοινοβίῳ, ἠσπάσατο ἕκαστον καί ἀπέλυσεν αὐτούς˙ καί ἀπολύσας πάντας, παρέδωκεν ἐν εἰρήνῃ τό πνεῦμα αὐτοῦ τῷ Θεῷ.

 

σκε'

 

Ἀδελφός ἠρώτησε τόν μέγαν Γέροντα.

Εἰπέ μοι, Πάτερ, τί ποιήσω εἰς τήν ταραχήν τῶν λογισμῶν τῆς καρδίας μου καί εἰ ὀφείλω παντελῶς ἐκκόψαι τόν οἶνον καί καθήμενος καθεύδειν˙ καί εὖξαι περί τοῦ πάθους τοῦ ὀφθαλμοῦ μου˙ καί εἰ δεῖ ἐπιδεῖξαι αὐτόν ἰατρῷ˙ καί παρακαλῶ σε δεηθῆναι τοῦ Θεοῦ δοῦναί μοι μικρόν προκοπήν καί τό μή χωρισθῆναί με τῶν ἁγίων ὑμῶν ἰχνῶν.

 

Ἀπόκρισις

Ἀδελφέ, ἐπειδή παρ᾿ ἐμοῦ τοῦ εὐτελοῦς τά κατά τούς λογισμούς σου ἐζήτησας ἀκοῦσαι, μή ἆρα ἀπήρεσέ σοι ἅπερ παρά τοῦ ἀδελφοῦ Ἰωάννου ἤκουσας; Ὅμως ταύτας δέχῃ τάς ταραχάς, διά τό ἔχειν σε ἐλαφράν καρδίαν˙ καί κατά τόν τοῦ Σωτῆρος λόγον, «πάντα δυνατά τῷ πιστεύσαντι», ποῦ ἐστί σου ἡ πίστις;

Περί οὖν τοῦ οἴνου, οὐ χρή παντελῶς ἐκκόψαι, ἀλλά χρῶ ἐν ὀλίγῳ. Καί περί καθέδρας εἰς ὕπνον, εἰς ταπείνωσιν φέρει ὕστερον˙ ἀλλλ᾿ ἀνάθου σεαυτόν τῷ Θεῷ κατά φόβον αὐτοῦ.

Περί δέ τοῦ ὀφαλμοῦ, μή δειλιάσῃς ἔχων τόν φωτίζοντά σε Θεόν˙ ἐάν δέ εὐκαιρήσῃ τις ἔμπειρος καί δείξῃς αὐτῷ, οὐχ ἁμαρτάνεις˙ καί γάρ καί τοῦτο ταπείνωσίς σού ἐστι.

Ταῦτά σοι ὑπ᾿ ἐμοῦ ὑπηγορεύθη. Ἐγράφη δέ διά τοῦ υἱοῦ μου Σερίδου. Ἐάν μή πολεμηθῇς ἀκυρῶσαί μου τούς λόγους τούτους τούς διά τοῦ Θεοῦ ρηθέντας, δέομαι τοῦ Θεοῦ ἀγαγεῖν σε εἰς μείζονα προκοπήν καί μή ἀποχωρισθῆναι ἀφ᾿ ἡμῶν, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.

Συνετίσθητι οὖν ὑπέρ πάντας τούς διδάσκοντάς σε σκανδάλους δαίμονας, καί πάντοτε εἰς τό ἀγαθόν ἑλκήσεις τήν ψυχήν σου καί τούς λογισμούς σου. Καί μή στήσῃς μετ᾿ αὐτῶν διαθήκην, πανδεινότατοι γάρ εἰσι καί ἀλλόφυλοι˙ καί κληρονομεῖς τήν τῶν Ἰσραηλιτῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ὑμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σκς'

 

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Παρακαλῶ σε, Πάτερ, εἰπέ μοι, εἰ ἐξ ὑμῶν ἐστιν ἡ πρώτη ἀπόκρισις˙ἐπειδή ὁ λογισμός εἶπέ μοι, μή ἆρα ἐκ τοῦ Ἀββᾶ ἐστιν ὀνοματί σου; Καί εὶπέ μοι πῶς θεραπευθῇ τά πάθη μου. Καί δός μοι ἐντολήν εἰς σωτηρίαν τῆς ψυχῆς μου. Καί αἴτησόν μοι ἄφεσιν ἁμαρτιῶν˙ καί εἰ καλόν ἐστι, καθώς λέγει μοι ὁ λογισμός, διά παντός καταδέξασθαι τό μαγειρεῖον.

 

Ἀπόκρισις Βαρσανουφίου.

 

Ἄκουσον, τέκνον˙ παντί πάθει ἔνι φάρμακον καί πάσῃ ἁμαρτίᾳ ἔνι μετάνοια. Εἰ ὅλως ἄπιστος εἶ, ὡς ἔφης, καί βούλει τήν ἀπιστίαν θεραπευθῆναι, τό φάρμακον τοῦτό ἐστιν ἡ πίστις, τό πιστεῦσαι ἀδιστάκτως τῷ ἀγαθῷ. Εἰ δέ ἀπιστίαν μένεις ἔχων, βλέπε μή ἐκπέσῃς τοῦ μακαρισμοῦ ἐκείνου τοῦ «μακάριοι οἱ μή ἰδόντες καί πιστεύσαντες»˙ γέγραπται γάρ, ὅτι «πιστεύσατε εἰς τό φῶς, ἵνα υἱοί φωτός γένησθε».

Ἴδε δευτέραν σοι ἀπόκρισιν ἀνέπεμψα ἀπιστήσαντι τήν πρώτην. Εἰ ἐδέχου προφήτην εἰς ὄνομα προφήτου, μισθόν ἄν ἔλαβες προφήτου, τοῦτ᾿ ἔστιν, εἰ ἐξ ἐμοῦ οὐκ ἦν ἡ πρώτη ἀπόκρισις, σύ δέ ἐδέξω ἐξ ἐμοῦ, ἐλάμβανες ἄν κατά τήν πίστιν σου˙ πιστός γάρ ὁ εἰπών, «δώῃ σοι Κύριος κατά τήν καρδίαν σου»˙ καί τό εἰπεῖν, ὅτι θέλω στερεωθῆναι ἀπό σοῦ καί ἀπό τοῦ Ἀββᾶ, γέγονεν ἡ πρώτη ἀπόκρισις. ‘Τί παρεπλησιάσας σεαυτόν τοῖς πειράσασι τήν Κύριον καί λέγουσι, «δεῖξον ἡμῖν σημεῖον», οὕς ἀπεσόβησεν ὡς πειραστάς λέγων, «σημεῖον οὐ δοθήσεται αὐτοῖς»; Καί οὐχί μᾶλλον τῷ Ἄχαζ σεαυτόν προσήγγισας, κελευσθέντι αἰτῆσαι σημεῖον καί παραιτησαμένῳ λέγοντι˙ «οὐ μή αἰτήσω, οὐδ᾿ οὐ μή πειράσω Κύριον»; Εἰ ἀκούσας ἐπίστευσας ἁπλῶς, πολλῆς ἐτύγχανες ὠφελείας˙ ἀλλά διά τό μή πολεμῆσαί σοι πάλιν τήν ἀπιστίαν, ἰδού παρήγγειλα τῷ Ἀββᾷ σταθῆναι ἐπί τήν θύραν μου καί λαμπρᾷ τῇ φωνῇ βοῆσαι ἀναγινώσκων τά γραφέντα σοι παρ᾿ ἐμοῦ ρήματα πρός αἰσχύνην τοῦ διαβόλου. Ἐάν γάρ ἀναγνῷ ταῦτα κράζων, πῶς δύναταί σε ὁ διάβολος πολεμῆσαι λέγων, οὐκ ἀκούω; Εἰ δέ ἀκούω καί ἄλλος ἔγραψέ σοι ὡς ἠθέλησε, τί οὐκ ἐγκαλῶ αὐτῷ; Εἰ εἶχές με διορατικόν καί κατά Θεόν γινώκοντα τά γινόμενα, εἶχες ἔχειν ὅτι οὐδείς ἐτόλμα ἀλλάξαι τόν ἐμόν λόγον καί οὐκ ἐγίνωσκον. Ἀλλ᾿ ὅμως καί ἐμέ κρυφίως ἐσμίκρυνέ σοι ὁ ἐχθρός, ποιήσας μέ σοι μή προγνῶναι τίποτε.

Εἰ οὖν θέλεις παρ᾿ ἐμοῦ ἐντολήν εἰς σωτηρίαν καί ζωήν σου, κτῆσαι ἄκραν ταπείνωσιν καί ὑπακοήν ἐν πᾶσιν˙ αὗται γάρ εἰσιν ἐκριζώτριαι πάντων τῶν παθῶν καί φυτεύτριαι πάντων τῶν ἀγαθῶν. Καί μή δυσχεράνῃς ἀκοῦσαι τῶν τοῦ Ἀββᾶ σου μαθημάτων˙ τῶν γάρ ἐχθρῶν ἐστιν ὁ σπόρος οὗτος. Ἐάν δέ ποιήσῃς τήν δύναμίν σου ἐργάσασθαι καί φυλάξαι, ἐλπίζω εἰς τόν σαρκωθέντα καί σταυρωθέντα Χριστόν ἁμαρτωλούς σῶσαι, ὅτι οὐ χρονίζεις ποιῆσαι καρπόν καλόν καί ἀγαθόν.

Περί δέ ὧν λέγεις πραχθέντων, ἐάν φυλάξῃς τήν ἐμήν ἐντολήν ἐν Χριστῷ Ἰησοῦ, πίστευσον ἀδιστάκτως ὅτι συνεχώρησέ σοι ὁ Κύριος αὐτά καί ὡς ἄρτι ἐγενήθης ἐν τῇ μετανοίᾳ τοῦ Θεοῦ. Περί δέ ἑνός ἑκάστου τῶν παθῶν, οὐ χρεία τοῦ γράψαι σοι, ἐν ἑνί γάρ λόγῳ ἐσήμανά σοι τό τούτων φάρμακον˙ ὁ γάρ Κύριος φησιν, «ἐνοικήσω ἐν τοῖς ταπεινοῖς». Τί οὖν; Νομίζεις ὅτι δύναται ὅλως τι τῆς κακίας τοῦ ἐχθροῦ οἰκῆσαι ὅπου βλέπει οἰκοῦντα τόν Κύριον; Κατανόησον δέ τοῦτο, ὅτι κακοῦργος οὐ δύναται φανῆναι ὅπου εἰσί τά πραιτώρια τῶν ἀρχόντων.

Περί δέ τοῦ μαγειρείου, οὐκ ἀντέχεις ἔχειν αὐτό εἰς τέλος˙ μᾶλλον γάρ φθόνον ἔχει τό πρᾶγμα. Ἀλλ᾿ ὅταν κελευσθῆς, μή ὀκνίσῃς μηδέ ἀντείπῃς, ἀλλά προθύμως ποίησον˙ ἐκ τούτου γάρ ἔστι σοι χάρις.

Περί δέ τῶν δύο παθῶν, τῆς τε λήθης καί ἀμελείας, προθύμως ἐρώτησον ἀδελφέ, καί σπουδαιότερον ἔργασαι, καί μή κατά τάς προτέρας ἐρωτήσεις, ἅς τῇ λήθῃ καί τῇ ἀδελφῇ αὐτῆς ἀμελείᾳ παρέδωκας˙ ἀλλά ἀνανέωσον τας πνευματικάς σου ἐρωτήσεις διά τῆς χάριτος τῆς Ἁγίας Τριάδος καί θέρμανόν σου τήν καρδίαν ἐν φόβῳ Θεοῦ, ἐξυπνίζων αὐτήν ἀπό τοῦ νοητοῦ ὕπνου τῶν εἰρημένων δύο δεινῶν παθῶν˙ καί θερμανθεῖσα λαμβάνει πόθον περί τῶν μελλόντων ἀγαθῶν. Καί λοιπόν περί ταῦτα γίνεταί σου ἡ μελέτη καί ἀπ᾿ ἐκείνης τῆς μερίμνης ἀφίστασαί σου ὁ αἰσθητός ὕπνος˙ καί τότε λέγεις κατά τόν Δαβίδ, «καί ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ». Ἐρωτήσας οὖν περί τῶν δύο παθῶν συντόμως ἤκουσας περί πάντων˙ δίκην γάρ φρυγάνων τυγχάνουσι, καί κατακαίονται ὑπό τοῦ πνευματικοῦ πυρός.

Ἐάν γάρ περί πολιτειῶν πνευματικῶν εἴπω σοι μή παρούσης τῆς ἐγρηγόρσεως τοῦ ἡγεμονικοῦ λογισμοῦ, εἰς μάτην λογίζονται τῷ ἀνθρώπῳ. Φιλοπόνησον καί φιλολόγησον ἐν τούτοις, καί εὑρίσκεις τήν βασιλικήν ὁδόν ἀφόβως βαδίζειν ἐν Κυρίῳ.

Ταῦτα σοι ἔγραψα καί πείσθητί μοι λέγοντι, ὅτι, «ἐάν ἴδω σου τήν ἐν Θεῷ σπουδήν, ὑπερεύχομαί σου πρός Κύριον ἀδιαλείπτως, σῶσαί σε ἐκ θανάτου εἰς ζωήν αἰώνιον», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σκζ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Ἀββᾶ, ὁ λογισμός φοβερίζςει με˙ ὅτι ἐρωτᾷς καί οὐ ποιεῖς καί μήποτε καταράσηταί σε ὁ Γέρων. Ἀλλ᾿ εὖξαι ὑπέρ ἐμοῦ, ἵνα χαρίσηταί μοι ὁ Θεός νοεῖν τά γραφόμενά μοι παρ᾿ ὑμῶν, καί ποιεῖν αὐτά.

 

Ἀπόκρισις Βαρσανουφίου.

 

Τέκνον, εἴ τις ἀκούει καί ποιεῖ, καί ἑαυτῷ ποιεῖ καί ἑαυτόν ὠφελεῖ˙ ἀλλ᾿ ἐπειδή εἶπας, ὅτι φοβερίζουσί [σε] οἱ λογισμοί, ἵνα μή σε καταράσωμαι, πῶς ἐνδέχεται φοβουμένῳ τόν Θεόν καταρᾶσθαί τινα, τοῦ Κυρίού λέγοντος «εὐλογεῖτε καί μή καταρᾶσθε»; Πρόσεχε δέ, ἀδελφέ, ὅτι θέλουσί σε πλανῆσαι εἰς τό μή πάνη ἔχοντα ὠφέλειαν, κοιμηθῆναι καθήμενον, ἤ μή βαλεῖν προσκεφαλάδιον, ἅτινα ἡδύοσμον καί κύμινον καί ἄνηθον τυγχάνουσι, καί ἀφιέναι τά βαρέα τοῦ νόμου, ἅτινά ἐστι τό σβέσαι τήν ὀργήν, καί ξηράναι τόν θυμόν, καί ὑποταγῆναι κατά πάντα. Ταῦτα δέ σπείρουσιν εἰς σέ, ἵνα ποιήσωσιν ἀτονῆσαί σου τό σῶμα, καί ἔλθῃς εἰς πάθος, καί θέλῃς στρώματα τρυφερά καί ποικίλα ἐδέσματα˙ ἀλλ᾿ ἀρκέσθητι ἑνί προσκεφαλαίῳ καί ἀνάκλινε σεαυτόν μετά φόβου Θεοῦ.

Τά δέ νοῆσαι τά παρ᾿ ἐμοῦ λεγόμενά σοι, δεήθητι τοῦ Θεοῦ καί παρέχει σοι σύνεσιν ἀγαθήν˙ δοτήρ γάρ ἐστι παντός ἀγαθοῦ δωρήματος. Τοῦτο δέ ἔχε ἐν πίστει, ὅτι, ἐάν ποιήσῃς σου την δύναμιν εἰς ἅ ἤκουσας, δεκαπλασίονα ποιῶ ὑπέρ σοῦ τήν δύναμίν μου, ὅπως λάβῃς βοήθειαν παρά τοῦ φιλανθρώπου Θεοῦ.

Ἄρτυσον οὖν σου τήν χύτραν ἀπό νοητῶν ἐδεσμάτων, ἅτινά ἐστι ταπείνωσις, ὑπακοή, πίστις, ἐλπίς, ἀγάπη˙ ὁ γάρ ἔχων ταῦτα, ἑστιᾷ τόν ἐπουράνιον βασιλέα Χριστόν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σκη'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Παρακαλῶ σε, Πάτερ, ἐπειδή ἀναγινώσκων τό ἑλληνιστί καί οὐ νοῶ τί λέγω, εὖξαι ἵνα ὁ Κύριος συνετίσῃ με εἰς τήν ἀνάγνωσιν˙ καί εἰπέ μοι, εἰ ὀφείλω μαθεῖν ἑλληνιστί τούς Ψαλμούς.

 

Ἀπόκρισις

Περί τῆς ἑλληνικῆς ἀναγνώσεως, ἐάν κατά Θεόν, καί τά πρός ὠφέλειαν ψυχῆς ζητήσωμεν ἐν ταπεινώσει, ἔστιν ὁ παρέχων σύνεσιν Θεός. Καί ἐάν ᾖ δόμα Θεοῦ, δῆλον ὅτι καί πρός σωτηρίαν γίνεται ψυχῆς˙ αἱ γάρ πλεῖσται τῶν βίβλων ἑλληνικῇ διαλέκτῳ εὑρίσκονται. Ἐάν δέ καί τούς Ψαλμούς κοπιάσῃς μαθεῖν τῇ τοιαύτῃ διαλέκτω, εἰς βοήθειάν σου γίνεται τοῦτο τῶν ταύτης τῆς διαλέκτου ἀναγνωσμάτων. Εἶτε οὖν ἀναγνώσματα, εἴτε μάθησις Ψαλμῶν, ἀδιαλείπτως μιμνήσκου τοῦ λέγοντος Θεοῦ, «μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καί ταπεινός τῇ καρδίᾳ, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Νόησον ἅ λέγω σοι, κἄν κοπιάσῃς, χάριν εὑρίσκεται ἔχων σου ὁ κόπος εἰς ζωήν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σκθ'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Παρακαλῶ σε, Πάτερ, ἐπειδή ἥρπασέ με ὁ λογισμός τῆς βλασφημίας, συγχώρησόν μοι διά τόν Κύριον, καί εὖξαι ὑπέρ ἐμοῦ διορθωθῆναι.

 

Ἀπόκρισις

 

Εἰ ἠδυνάμην γεμίσαι δακρύων ταῦτα τά γράμματα καί πέμψαι σοι τῷ σαυτόν θλίψαντι, συνέφερεν ἄν. Καί τί ποιήσω ἀνθρώπῳ μή φιλοκαλήσαντι τήν γῆν τῆς καρδίας αὑτοῦ πρός τό δέξασθαι τά προσπαρέντα ρήματα δι᾿ ἐμοῦ δι᾿ ἐγγράφων ἀποκρίσεων, πρός ἀνάκτησιν ψυχῆς ἀπό παλαιότητος εἰς ἀνακαίνισιν ζωῆς αἰωνίου. Εἰ γάρ ἐδέξω μετά προθυμίας τούς ἐμούς λόγους, ἐγεύου ἄν τῆς παρ᾿ αὐτῶν γλυκύτητος, γλυκαινούσης ψυχήν καί διωκούσης τήν δεινοτάτην πικρίαν τήν ὑπό δαιμόνων σπαρεῖσαν εἰς σέ. Ἀπό γάρ ἱκανοῦ χρόνου παρετάξατο πρός σέ ὁ τῆς δυσφημίας δαίμων, ὁ [ἀπολλύων] τάς αὐτόν δεχομένας ψυχάς. Καί ἐρεύνησον, καί εὑρίσκεις ὅτι μηδέ μίαν ἀξίαν λόγου εὑρών πρόφασιν, ἐπαγίδευσεν εἰς ψέλλιον θανατῶσαι. Ὧ μή δώῃ αὐτῷ ὁ Θεός μου χώραν πληρῶσαι τό ἴδιον αὑτοῦ εἰς σέ θέλημα.

Ἐάν μή ἀπελπίσωμεν, πάντοτε στήκει ὁ τήν μετάνοιαν δεχόμενος Θεός˙ ἐάν δέ ἀπογνῶμεν ἡμῶν αὐτῶν, αὐτοκατάκριτοι εὑρισκόμεθα, τό αἷμα ἔχοντες ἐπάνω τῆς ἡμῶν κεφαλῆς. Τοίνυν ἐξυπνίσθητι ἀπό τῆς πλάνης τῆς αἰχμαλωσίας, καί ἀνακάλεσαι τάς αἰσθήσεις, ἅς ᾐχμαλώτισεν ἀπό σοῦ ὁ ἐχθρός, ἀπό τῶν τοῦ Χριστοῦ δι᾿ ἐμοῦ μαθημάτων, πρῶτον προστάξαντός σοι σβέσαι τήν ὀργήν καί τόν θυμόν, εἰδώς ὅτι φέρουσι τόν ἄνθρωπον εἰς ἀπώλειαν τῆς κατά Θεοῦ δυσφημίας, Κτήσασθαι δέ ταπείνωσιν, τήν καύστραν τῶν δαιμόνων˙ ὑπακοήν τήν φέρουσαν τόν υἱόν τοῦ Θεοῦ οἰκῆσαι ἐν τῷ ἀνθρώπῳ˙ πίστιν τήν σώζουσαν τόν ἄνθρωπον˙ ἐλπίδα μή καταισχύνουσαν˙ ἀγάπην τήν μή ἐῶσαν τόν ἄνθρωπον πεσεῖν ἀπό τοῦ Θεοῦ. Καί ἧττον φροντίσας τούτων, ἐπελέξω σεαυτῷ τά ἐναντία μᾶλλον, ὀργήν καί θυμόν, καί τό τέλειον τῆς ἀπωλείας τήν δυσφημίαν. Καί τοῦτο ἀκούσας παρ᾿ ἐμοῦ, ὅτι ἐάν ποιήσῃς τῶν δύναμίν σου ἀποστῆναι μέν τούτων τῶν παθῶν, προσκολλᾶσθαι δέ τούτοις τοῖς ἀγαθοῖς, δεκαπλασίονα κἀγώ ὑπέρ σοῦ τήν δύναμίν μου, καί μᾶλλον οὐ μέλλει σοι καταισχύνοντί μου τάς πολιάς. Ὅμως διά τήν ἀγαθότητα τοῦ Θεοῦ, ἵνα μάθῃς οἷός ἐστιν ἀγαθός, κοπίασον διορθώσασθαι.

Καί ἐπειδή ἐντολήν ἔχομεν συγχωρεῖν, συγκεχώρηταί σοι τά παρελθόντα˙ ἀπό δέ τοῦ νῦν διόρθωσαι. Τεσσαράκοντα δέ ἡμέρας ὑπέρ τῶν χθεσινῶν μετανόησον τῷ Θεω, τρεῖς μετανοίας βάλλων καί λέγων, συγχώρησόν μοι τῷ βλασφημήσαντι κατά σοῦ τοῦ Θεοῦ μου. Καί ὁμολόγησον αὐτῷ ἐν τῷ δυσφημήσαντι σώματι, τρίτον τῆς ἡμέρας, λέγων, δόξα σοι ὁ Θεός μου, καί εὐλογητός εἶ εἰς τούς αἰῶνας. Ἀμήν. Καί μή πάλιν εἰσέλθῃ εἰς αὐτόν, ἵνα μή χεῖρόν τί σοι γένηται. Ἀπό γάρ σκληρότητος καρδίας ἦλθες εἰς ὀργήν καί ἀπό ὀργῆς εἰς τό ἀποστῆναι τῆς ἁγίας κοινωνίας, καί ἀπό τοῦ τελείως κατακυριευθῆναι ἔπεσας εἰς βόθρον δυσφημίας. Καί εἰ μή ἡ χείρ τοῦ φιλανθρώπου Θεοῦ καί αἱ εὐχαί τῶν ἁγίων προέφθασαν, εἰς τήν ἀπώλειαν τῆς ἀπογνώσεως ἐξέρριπτό σου ἄν ἡ ψυχή.

Λοιπόν δι᾿ ἐμοῦ τοῦ ἐλαχίστου λέγει σοι ὁ Θεός, «ἥμαρτες, μηκέτι προσθήσῃς». Καί περί τῶν προτέρων σου δεήθητι, ἐλεήμων γάρ ἐστιν ὁ Θεός καί θελόντων ἡμῶν συγχωρεῖ ἁμαρτίας. Ἐπί τούτοις δέ μιμνήσκου, «ὅτι πολύ ἰσχύει δέησις δικαίου ἐνεργουμένη».

Εἰ ἀρέσκει σοι ἔργασαι˙ εἰ δέ μή, συγχώρησόν μοι κατά πάντα.

 

σλ'

Τοῦ αὐτοῦ ἀδελφοῦ συγχώρησιν αἰτήσαντος, ἀπεκρίθη αὖθις ὁ μέγας Γέρων.

 

Ἀπόκρισις

Ὁ θάνατος καί ἡ ζωή ἡμῶν εἰς τάς χεῖρας ἡμῶν τυγχάνει˙ ἐάν οὖν μή πράξωμεν τά πρότερα ἡμῶν ἁμαρτήματα, ἔχομεν ἤδη παρά τοῦ Θεοῦ τήν αὐτῶν συγχώρησιν, ἐάν μή πάλιν διστάζωμεν.

Τό λοιπόν, ἀδελφέ μου, ἀσφάλισαι, ἵνα μή πληρωθῇ καί περί σοῦ, «ἰδού ὑγιής γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μή χεῖρόν τί γένηται»˙ ἀπό σοῦ τῆς δέ ἀνελπιστίας ἀλλοτριώθητι καί κολλήθητι τῷ Θεῷ άγαπῶν, πιστεύων, ἐλπίζων, καί ἕξεις ἐν αὐτῷ ζωήν αἰώνιον. Ἀμήν.

 

σκα'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν.

Πάτερ, εὖξαι ὑπέρ ἐμοῦ ἵνα σκεπασθῶ ἀπό τῶν νυκτερινῶν φαντασιῶν˙ καί εἰ ἔστι δυνατόν, ἀξίωσόν με τῆς ὑμῶν προσκυνήσεως, καί τοῦ ἀκοῦσαι τῆς ὑμῶν ἁγίας φωνῆς˙ πιστεύω γάρ ὅτι, ἐάν τοῦτό μοι προσγένηται, πολλήν ἐκ τούτου σχέσιν εὑρίσκω.

 

Ἀπόκρισις

Φησίν ἡ Γραφή, ὅτι «ὁ ἐν ὀλίγῳ πιστός, καί ἐν πολλῷ πιστός ἐστιν»˙ εἰ ἐπίστευσάς μοι εἰπόντι καί παρόντι ἐπίστευσας˙ καί γάρ τούς μή ἰδόντας καί πιστεύσαντας ἐμακάρισεν ὁ Κύριος. Καί πολλάκις ἔγραψά σοι περί ἀπειθείας καί ὀργῆς καί σκληρότητος˙ καί βλέπω ὅτι ὡς παρά μίαν [τιθεῖς] μου τούς λόγους. Ἐπειδή οὖν ὀφειλέτης εἰμί τοῦ παρασχεῖν εἴ τι ἔχω, κατά τήν λέγουσαν Γραφήν, «παντί τῷ αἰτοῦντί σε δίδου», κἀγώ σοι λέγω κτήσασθαι ταπείνωσιν, ὑπακοήν, ἀγάπην, ἐλπίδα καί ἀπολογοῦμαι τῷ φιλανθρώπῳ Θεῷ ὑπέρ πασῶν τῶν ἁμαρτιῶν σου. Τοῦτο δέ μάθε ὅτι, ἐάν μή ταπεινωθῇς, οὐχ ὑπακούεις˙ καί ἐάν μή ὑπακούῃς, οὐκ ἀγαπᾷς˙ καί ἐάν μή ἀγαπᾷς, οὐ πιστεύεις οὐδέ ἐλπίζεις. Ἐάν οὖν κοπιάςῃς ἔχεις ταῦτα, ἀναλογίζομαι ἐπ᾿ ἐμέ τάς ἁμαρτίας σου πάσας˙ κἄν ἔχῃς σεαυτόν λεπρόν, πιστεύω ὅτι ἀκούεις καί σύ παρά τοῦ Σωτῆρος, «θέλω, καθαρίσθητι»˙ κἄν ἁμαρτωλόν, ἀκούεις, «ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλά»˙ εἰ δέ καί τυφλόν κατά τήν πίστιν σου εὑρίσκεις.

Καί ταῦτα ἔγραψά σοι πρότερον καί κοιμᾶσαι˙ τό στόμα σου φύλαξον τοῦ μή ἐμπεσεῖν πάλιν εἰς τήν δεινοτάτην δυσφημίαν, κἄν ἕως αὐτῆς τῆς ψυχῆς σου φθάσῃς˙ πάνυ γάρ ἵδρωσα δυσωπῶν ὑπέρ ταύτης τόν Θεόν. Ἐάν προσέχῃς τοῦ φυλάξαι ἐξ ὅλης σου τῆς ψυχῆς τά εἰρημένα, οὐ μόνον ἀπό φαντασιῶν σε νυκτερινῶν φυλάττουσιν, ἀλλά καί πασῶν τῶν μηχανῶν τοῦ ἐχθροῦ, διά τοῦ βοηθοῦντός σου Χριστοῦ. Ἀμήν.

 

σλβ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ποίησον ἔλεος μετ᾿ ἐμοῦ, δέσποτα, καί εἰπέ μοι, πῶς δύναμαι σωθῆναι εἰς τόν καιρόν τοῦτον, ὅτι λογισμός δειλίας ἀνέβη εἰς τήν καρδίαν μου. Τί οὖν κελεύεις ποιήσω;

 

Ἀπόκρισις

Κατά πάντα καιρόν ἐάν δύνηται ὁ ἄνθρωπος κόπτειν τό ἑαυτοῦ θέλημα ἐν πᾶσι, καί ἔχειν ταπεινήν καρδίαν καί τόν θάνατον διά παντός πρό ὀφθαλμῶν, δύναται σωθῆναι χάριτι Θεοῦ, καί ὅπου ἐάν ᾖ, οὐ κατακυριεύει αὐτοῦ ἡ δειλία. Ὁ τοιοῦτος γάρ τῶν ὄπισθεν ἐπελάθετο καί εἰς τά ἔμπροσθεν ἐπεκτείνεται.

Ποίει ταῦτα καί σώζῃ ἀμερίμνως διά τόν Θεόν.

 

σλγ'

 

Ἀδελφός τις νεώτερος, ἔχων πίστιν εἰς τόν αὐτόν ἀδελφόν, ἐπύχναζεν αὐτῷ ὡς διά ὠφέλειαν ψυχῆς, καί ἅπαξ ἅπαξ τάς χρείας αὐτοῦ ἐποίει ὡς ὑπηρετῶν αὐτῷ˙ καί ὁ ἀδελφός, μή κατανοήσας τό συμφέρον, οὐδέν περί τούτων ἠρώτησεν˙ ὁ δέ Γέρων, θεόθεν γνούς ὡς διορατικός, γράφει αὐτῷ ἀφ᾿ ἑαυτοῦ ταῦτα.

 

Παραίνεσις Βαρσανουφίου.

Ἀδελφέ, τά πρῶτα ἁμαρτήματα τά γεγονότα τῇ ἀνοχῇ τοῦ Θεοῦ, ὁ Θεός τῇ πρεσβείᾳ τῶν ἁγίων καί τοῦ Ἀββᾶ σου συνεχώρησέ σοι, πρός ἔνδειξιν καρπῶν δικαιοσύνης, ἵνα πληρωθῇ ἐπί σέ ἡ λέγουσα Γραφή˙ «ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερπερίσσευσεν ἡ χάρις». Τί οὖν πάλιν προτρέπεις τό πῦρ ἐλθεῖν εἰς τόν δρυμῶνά σου; Ἐπειδή οὐκ ἀφιᾶσί σε εἰδέναι, ἕως οὗ λάβωσιν εἰς τάς χεῖρας αὐτῶν καί τότε πληρώσουσιν εἰς σέ τό θέλημα αὐτῶν˙ ὠφέλειαν γάρ οὐκ ἔχει τό πρᾶγμα τοῦτο, ἀλλά κίνδυνον.

Πρόσεχε οὖν, ὅτι μετά δικαιώματος ποιοῦσί σε διδάσκαλον, ἵνα λάβῃς τήν ἐπιτιμίαν τοῦ Ἀποστόλου λέγοντος˙ «ὁ διδάσκων ἕτερον, σεαυτόν οὐ διδάσκεις»; Ἄκουσον, ἀδελφέ˙ παραλυτικός ἐγένου, ὅτι θέλεις διακονεῖσθαι ὑπό ἄλλου; Οὐκ οἶδας ὅτι κρῖμά ἐστι μάλιστα νεωτέρῳ δυναμένῳ ὑπηρετεῖν ἄλλοις; Πίστευσόν μοι ὅτι ἐγώ ὁ ἐλάχιστος, ἕως οὗ ἐπληροφήρησέ με ὁ Θεός ἡσυχᾶσαι, ἑμαυτῷ ὑπηρέτουν, καί εἰς τήν ἀσθένειαν ποιῶν μικρόν ἑψητόν ἑμαυτῷ καί τό θερμόν.

Μή οὕτως, ἐπεί ἀποθνῄσκεις κακῶς˙ ἀλλά χρείας γενομένης, μή περισσόν λαλήσῃς τίποτε τοῦ ζητουμένου πράγματος˙ ὁ γάρ μή οἰκοδομήσας τό ἴδιον κελλίον, πῶς ἄλλου οἰκοδομεῖ; Οὐκ οἶδας ὅτι ὁ Κύριος εἶπεν, «ὁ υἱός τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλά διακονῆσαι»; Μή πλανηθῇς τοῦ πλαγιάσαι ἀπό τούτων, ἐπεί τό αἷμά σου ἐπάνω τῆς κεφαλῆς σου˙ εἰπέ δέ μετά ταπεινώσεως, ὡς ἔχει ἡ ἀλήθεια, τοῖς ἐρωτῶσί σε τί ποτε˙ συγχωρήσατέ μοι, ὅτι πλανῶμαι. Ἠρώτησα γάρ καί ἤκουσα˙ ὅτι νεώτερος νεώτερον οὐκ ὠφελεῖ, ἐάν τήν δύναμιν τῆς Γραφῆς ὅλης ποτίςῃ αὐτόν ὡς ποτόν. Ἐάν οὖν ποιήςῃς τήν δύναμίν σου, κἀγώ δίδωμί σοι λόγον ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ μή ἐξαλειφθῇς ἐκ τῆς ἐμῆς καρδίας˙ ἀλλά τήν δύναμίν μου ποιῶ δεόμενος τοῦ Θεοῦ, ἵνα ἐκβάλῃ σε ἀπό τοῦ δεινοῦ σκότους εἰς φῶς τό ἀνεκλάλητον ἀπό τῆς πλάνης τῶν δαιμόνων εἰς τήν τοῦ Χριστοῦ ἐπίγνωσιν˙ ἀπό τοῦ δευτέρου τῆς ἁμαρτίας θανάτου εἰς ζωήν αἰώνιον. Καί εἰ ἐπιποθεῖς σωθῆναι, μή καταφρονήσῃς τῶν εἰρημένων.

Ἴδοιμί σε καρποφοροῦντα ἐν τῷ ἀμπελῶνι τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνά τριάκοντα, ἀνά ἑξήκοντα, ἀνά ἑκατόν, εἰς δόξαν τοῦ Πατρός καί Υἱοῦ καί Ἁγίου Πνεύματος. Ἀμήν.

 

σλδ'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν.

Διά τόν Κύριον συγχώρησόν μοι, Πάτερ, ὅτι ἀγνοῶν ἐχλευαζόμην καί εὖξαι ὑπέρ ἐμοῦ ἵνα βάλω ἀρχήν.

 

Ἀπόκρισις.

Εὑρίσκομεν, ἀδελφέ, ὅτι, ὅτε προσήρχοντό τινες τῷ Δεσπότῃ Χριστῷ γνησίᾳ τῇ μετανοίᾳ, ἐλάμβανον ἄφεσιν ἁμαρτιῶν, ὡς εἶπεν ἐκείνῃ τῇ ἁμαρτωλῷ˙ «ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί». Κἀγώ σοι λέγω, ὲάν ποιήσῃς τήν δύναμίν σου ποιῆσαι τά παρ᾿ ἐμοῦ σοι λεγόμενα, ἐλεεῖ σε ὁ ἐλεήσας τόν Δαβίδ καί συγχωρήσας αὐτῷ καί τῇ ἁμαρτωλῷ. Ἐπεί δέ εἶπας ὅτι βαλεῖν θέλω ἀρχήν, κἀμέ χαροποιεῖς˙ ἀρχή δέ ἐστι ταπείνωσις καί φόβος εἰ οὐκ ἦλθες ἄρτι, δηλῶσαί σοι εἶχον ταῦτα˙ ἥμαρτες, ἡσύχασον˙ καί μή λογίζου τά κακά, ἀλλά τά ἀγαθά˙ ὁ γάρ ἀγαθός τά ἀγαθά λογίζεται, ὁ δέ κακός τά κακά˙ ὁ Κύριος συγχωρήσοι σοι. Ἐγείρου πάλιν κρατούμενος τῇ χειρί τοῦ Θεοῦ καί μή πιστεύσας τοῖς λογισμοῖς σου˙ ὡς θέλουσι γάρ οἱ δαίμονες δεικνύουσί σοι τά πράγματα ἀσφαλίζου ἀπ᾿ αὐτῶν δεινοί γάρ εἰσι καί μαίνονται κατά σοῦ.

Καταργήσαι αὐτούς ὁ Κύριος τό τάχος ἀπό σοῦ, ἀδελφέ.

 

σκς'

Ὁ αὐτός ἀδελφός, ἔτι ἐκ τῶν αὐτῶν λογισμῶν θλιβόμενος, ἔπεμψε πάλιν παρακαλῶν τόν αὐτόν μέγαν Γέροντα πέμψαι αὐτῷ λόγον ζωῆς.

 

Ὁ δέ ἀντέγραψεν αὐτῷ ταῦτα.

 

Ἀδελφέ, κακῶς ταράσσουσί σε οἱ λογισμοί καί οἱ δαίμονες εἰς τόν Ἀββᾶν σου, κατά τήν κακήν θέλοντά σε σκεπάσαι κατά τήν αὑτοῦ ψυχήν, ἵνα πληρώσωσι κατά σοῦ τό εἰρημένον˙ «ἀντί τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με˙ καί ἔθεντο κατ᾿ ἐμοῦ κακά ἀντί ἀγαθῶν, καί μῖσος ἀντί τῆς ἀγαπήσεώς μου». Πολλάκις γάρ πληροφορεῖ σε ὅτι ἀγαπᾷ σε, καί οὐ πιστεύεις ἀλλά ὁ φθόνος τοῦ διαβόλου τυφλοῖ σου τήν καρδίαν, ἵνα λογίζῃ κακά ἀντί ἀγαθῶν καί πικρά ἀντί γλυκέων, ἵνα λάβῃς τό «οὐαί», σύν τῷ λέγοντι τό καλόν κακόν, καί τό γλυκύ πικρόν˙ τῷ τιθέντι τό σκότος φῶς, καί τό φῶς σκότος. Κλέπτουσί σε ἀνόητε καί <βραδύ> τῇ καρδίᾳ, καί οὐ νοεῖς ὅτι εἰς ἀπώλειάν σε ψυχῆς θέλουσιν ἐνεγκεῖν, καί κρύπτεις παρά σεαυτῷ καί παρορᾷ μου τούς λόγους καί ἐπιτιτρώσκεις αὐτούς. Οὐκ ὠφελοῦσί σε ταῦτα, οὐκ ὠφελούσί σε˙ ἐάν δέ οὐ πληροφορῆται σου ἡ καρδία, οὐκ εἶ ἄνθρωπος, ἀλλά διάβολος˙ αὐτός γάρ ἐν τῇ ἀπιστίᾳ ἕστηκε καί ἐν τῇ ἀπειθείᾳ˙ καί οἱ μή πειθόμενοι, διάβολοι κατ᾿ αὐτόν γίνονται. Οὐ συνιεῖς τί ποιεῖς, ἀδελφέ μου, ὅτι πολλάκις φέρεις τόν Ἀββᾶν σου εἰς παροξυσμόν καί βαστάζει σου τήν δυσκολίαν; Καί πολλάκις παρακαλεῖ σε ὡς υἱόν γνήσιον καί ἀγαπητόν, ὡς ἔχει σε μετά ἀληθείας, καί πρός ὥραν μαλάσσεταί σου ἡ καρδία καί πάλιν οὐ στήκεις εἰς τό ἀγαθόν, ἀλλά μετατρέπῃ πάλιν ὡς ἡ σελήνη; Πρός τόν Δεσπότην μου Θεόν ἔχω πῶς λαλῶ σοι μηδέν ἄνευ τοῦ Θεοῦ πρός σωτηρίαν τῆς ψυχῆς σου˙ καί πολλάκις ἐζήτησα πέμψαι σοι λόγον περί τῶν κινημάτων σου καί τῶν ἐνθυμήσεων τῆς καρδίας σου καί ἐμακροθύμησα μέχρι τῆς σήμερον, ἐκδεχόμενός σε συνιέναι τό συμφέρον σου.

Ναί, τέκνον, ἀνάσχου μου τοῦ ἐλαχίστου καί ἀπόσχου ἀπό σοῦ τάς κακάς ἐνυμήσεις, καί ἀνάλαβε τάς καλάς, ἀκακίαν, ἀγάπην, μακροθυμίαν, ταπείνωσιν, τήν κενοῦσαν ὅλην τήν βελοθήκην τοῦ διαβόλου καί ἀναψύχουσαν τήν κεφαλήν τῶν κτωμένων αὐτήν, τήν ἐφέλκουσαν πρός ἑαυτήν τήν χάριν τοῦ Θεοῦ. Ἐξυπνίσθητι, γρηγόρησον, εὐθύμησον, παρακλήθητι ἐν τούτῳ καί πόθησον σωθῆναι. Μίσησον τόν φθόνον, ζῆλόν τε καί ἔριν καί καταλαλιάν καί τά ὅμοια τούτοις καί γενοῦ πρόβατον ἄκακον τῆς ποίμνης τοῦ Χριστοῦ, μέλος τίμιον τοῦ κοινοβίου, σκεῦος ἡγιασμένον, υἱός τῆς βασιλείας, κληρονόμος τῆς δόξης, ὅπως κατά τάς ἐντολάς αὐτοῦ τοῦ Χριστοῦ πολιτευσάμενος, τύχῃς τῆς αἰωνίου ζωῆς καί τῆς ἐνδόξου Ἀναστάσεως. Μαρτυρεῖ γάρ μοι ὁ Θεός ὅτι εὔχομαι ὑπέρ τῆς σωτηρίας τῆς ψυχῆς σου˙ δώῃ μοι πῶς θέλω σε σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἰ ἐμελέτας μου τούς λόγους συνεχῶς, οὐκ εἶχες σφαλῆναι οὐδέ πλανηθῆναι, ἀλλά βαδίσαι τήν κατά Θεόν τεθλιμμένην ὁδόν τήν ἀπάγουσαν εἰς ζωήν τήν αἰώνιον, τήν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ὁ Θεός συνετίσοι σε, ἀδελφέ, εἰς τό θέλημα αὑτοῦ.

 

σλζ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Συγχώρησόν μοι, κύριε Ἀββᾶ, διά τόν Κύριον˙καί ἐπεί μνημονεύω ὅτι λέγουσιν οἱ Πατέρες, ὅτι εἰσέλθωμεν εἰς τό κελλίον καί μνημονεύσωμεν τῶν ἁμαρτιῶν ἡμῶν˙ καί ὅταν μνημονεύω οὐκ ἔχω πόνον περί αὐτῶν. Πολλάκις δέ ποθῶ καί κατάνυξιν καί οὐκ ἔρχεται˙ εἰπέ μοι, τί ἐστι τό κωλῦον αὐτήν καί οὐκ ἔρχεται;

 

Ἀπόκρισις

Ἀδελφέ, χλευάζῃ λέγων καί οὐ θέλεις, ὅτι οὐ θέλεις μετά ἀληθείας. Τό γάρ εἰσελθεῖν εἰς τό κελλίον τῆς ψυχῆς ἐστί καί τό ἐρευνῆσαι αὐτήν καί συνάξαι τόν λογισμόν ἡμῶν ἀπό παντός ἀνθρώπου˙ τότε πονοῦμεν καί κατανυσσόμεθα. Ὁ κωλύων οὖν τήν κατάνυξιν ἐλθεῖν σοι, τό θέλημά σού ἐστιν˙ ἐάν γάρ μή κόψῃ ὁ ἄνθρωπος τό ἴδιον θέλημα, οὐ πονεῖ καρδία˙ ἡ ἀπιστία δέ οὐκ ἀφίει σε κόψαι τό θέλημά σου, ἡ δέ ἀπιστία γίνεται ἀπό τοῦ θέλειν ἡμᾶς τόν δόξαν τῶν ἀνθρώπων. Ὁ Κύριος εἶπε˙ «πῶς δύνασθε πιστεύειν, δόξα παρά ἀνθρώπων λαμβάνοντες καί τήν δόξαν τήν παρά τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες»; Πολλάκις κωλύω τό ὕδωρ κατελθεῖν διά τοῦ στόματός σου εἰς τήν κοιλίαν σου, καί σύ διά τοῦ ρώθωνος ροφᾷς αὐτό˙ τοῦτο δέ ἐστι δεινόν δικαίωμα, τό καταφέρον εἰς ᾅδην τόν ἄνθρωπον. Διά τοῦτο οὖν χλευάζουσί σε οἱ πικρότατοι δαίμονες, καί τά εὔκολα δύσκολά σοι ποιοῦσι. Ἤ ἐρωτῶν με, παῦσαι τοῦ θελήματός σου καί τοῦ δικαιώματος καί ἀνθρωπαρεσκείας, ἤ ἐγώ παύομαι ἀπό σοῦ. Εἰ οὖν οὐ πονεῖς κόψαι τό θέλημά σου καί μή θελούσης σου τῆς καρδίας, τί ἔσται τό ὄφελος τῆς ἐρωτήσεώς σου; Ἐγώ εἶπόν σοι˙ δός σύ τά ἑκατόν δηνάρια, καί ἐγώ παρέχω τά μυρία μου τάλαντα, καί ἰδού τά παλαιά σου ἁμαρτήματα ἀφείθησαν, καί φιλονεικεῖς διά τῆς παραθυρίου τοῦ δικαιώματος καί εἰς χείρονα ἐμπεσεῖν.

Παῦσαι, ἀδελφέ, οὐ καλήν γάρ ἐτιν ἡ ὁδός αὕτη. Εἶπε γάρ ἡ ἀμμᾶς Σάρα˙ «ἐάν θέλω ἀρέσαι πᾶσιν ἀνθρώποις, εἰς τάς θύρας αὐτῶν εὑρίσκομαι μετανοοῦσα»˙ καί ὁ Ἀπόστολος λέγει˙ «εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἄν ἤμην». Εἰ ἐξ ἀληθείας θέλεις κλαῦσαι τάς ἁμαρτίας σου, σεαυτῷ πρόσεχε, καί ἀπόθανον ἀπό παντός ἀνθρώπου˙ κόπος γάρ ἐστιν, ἀδελφέ, τό σωθῆναι ἄνθρωπον. Τά τρία ταῦτα κόψον˙ θέλημα, δικαίωμα, ἀνθρωπαρέσκειαν, καί ἔρχεταί σοι κατάνυξιν μετά ἀληθείας καί σκεπάζει σε ὁ Θεός ἀπό παντός κακοῦ.

Ἀδελφέ, μαρτύρομαί σοι˙ πρόσεχε σεαυτῷ, χαίρων, δερόμενος, ἐλεγχόμενος, ὑβριζόμενος, παιδευόμενος˙ ἄφες τήν πανουργίαν τοῦ ὄφεως ἀπό σοῦ, μή τήν φρόνησιν, καί κράτει τήν ἀκεραιότητα τῆς περιστερᾶς μετά φρονήσεως καί βοηθεῖ σοι ὁ Κύριος. Ἰδού ἡ ὁδός τῆς σωτηρίας˙ ἐάν ἀρέσκῃ σοι βάδιζε, καί ὁ Θεός δίδωσί σοι χεῖρα, εἰ δέ οὐ θέλεις, σύ ὄψει˙ ἕκαστος γάρ ὁ θέλων, ἔχει ἑαυτοῦ τήν ἐξουσίαν. Ἐάν δέ ἀπολύσῃς αὐτήν ἄλλῳ, αὐτός ἀμέριμνος εἶ, καί ἄλλος βαστάζει σου τήν μέριμναν. Ἐπίλεξαι ὅ θέλεις.

 

σλη'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Τίς ἐστιν ἡ πανουργία καί ἡ φρόνησις καί ἡ ἀκεραιότης μετά φρονήσεως.

 

Ἀπόκρισις

Τήν πανουργίαν τοῦ ὄφεως εἶπόν σοι, ἀφορῶν σου τήν φρόνησιν˙ <ἡ> γάρ πανουργία τοῦ διαβόλου ὅλα τά κακά ἐνθυμήματα φέρει ἐν τῷ ἀνθρώπῳ˙ καί ἐάν μείνῃ ἐν τούτοις ὁ ἄνθρωπος, κατά τοῦ Θεοῦ ἐκτείνει τήν πανουργίαν αὐτοῦ. Ὅλα γάρ τά τῆς πανουργίας ἀπώλειά ἐστι ψυχῆς˙ «πᾶν γάρ δένδρον σαπρόν, καρπούς σαπρούς ποιεῖ˙ ἡ δέ φρόνησις εἰς διάκρισιν φέρει τόν ἄνθρωπον.

Εἶπόν σοι, ἀδελφέ, κράτει τήν ἀκεραιότητα τῆς περιστερᾶς μετά φροντίσεως˙ καί γάρ τά ἐνθύματα αὐτῆς καλά καί ὠφέλιμα˙ «πᾶν γάρ δένδρον καλόν, καρπούς καλούς ποιεῖ». Ἡ πανουργία κάκωσιν ἐμποιεῖ τῷ ἀνθρώπῳ ψυχῆς καί σώματος, ἡ δέ ἀκεραιότης μετά φρονήσεως εἰς ἀνάπαυσιν λογισμῶν καί ἡσυχίαν ψυχῆς καί σώματος, καί εἰς ζωήν αἰώνιον φέρει τόν ἄνθρωπον.

Σπούδασον κτήσασθαι ταῦτα καί βοηθεῖ σοι ὁ Κύριος˙ τοῦτο γάρ θέλημα αὐτοῦ ἐστιν, ἡ σωτηρία παντός ἀνθρώπου.

 

σκθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Δέομαί σου, δέσποτα, λέγει μοι ὁ λογισμός, ὅτι ἄνευ ἡσυχίας οὐ δύνασαι μετανοῆσαι. Ἐάν οὖν ᾖ δυνατόν, ἐπίτρεψόν μοι ὀλίγας ἡμέραν ἡσυχάσαι, καί εὖξαι ἵνα φυλάξω αὐτήν.

 

Ἀπόκρισις

Ἀδελφέ, τήν ἀπόκρισίν σου ἀπεδεξάμην, μᾶλλον δέ καί ὁ Θεός, ὁ καί δυνάμενος συνεργῆσαι εἰς τό ἀγαθόν πρός τό συμφέρον σοι κατά τό θέλημα αὑτοῦ καί οὐ τό ἴδιον θέλημά σου˙ καθώς αὐτός ἐδίδαξεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ποιεῖν οὐ τό ἴδιον θέλημα, ἀλλά τό αὑτοῦ καθώς καί αὐτός τοῦ Πατρός. Καί μετ᾿ αὐτόν ἥπλωσα ἐπί σέ τάς πτέρυγάς μου ἕως τῆς σήμερον καί βαστάζω σου τά βάρη καί τά παραπτώματα καί τάς καταφρονήσεις τάς περί τῶν λόγων μου πρός σέ, καί τάς ἀμελείας˙ καί θεωρῶν ἐσκέπαζον, ὡς θεωρεῖ καί σκεπάζει τάς ἡμῶν ἁμαρτίας ὁ Θεός, ἐπεκδεχόμενός σε μετανοοῦντα. Σύ δέ ἐγένου ὡς ἄνθρωπος καθήμενος ὑπό δένδρον σκιάζον, καί ἐξῆλθεν ἀπ᾿ αὐτοῦ εἰς ἥλιον ἕως οὗ ἐφλογίσθη τοῦ διαφθαρῆναι εἰς ἀπώλειαν. Καί ἐν πᾶσι τούτοις οὐκ ἐνέδωκα. Ζῇ Κύριος καί μή θαυμάσῃς. Καί γάρ ὁ Θεός εἰς ἑαυτόν ὤμοσε, «μή θέλειν τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν». Καί ἐπεί οὐκ ἐπιστρέφει, μένῃ ἐν τῇ ἀπωλείᾳ.

Σύ δέ, τέκνον, ὀξύγλυκα ᾔτησας - ὀξύδιον λέγω τό θέλημά σου καί μέλι τήν μετάνοιάν σου – λέγων, ἐπίτρεψόν μοι ἡσυχάσαι ὀλίγας ἡμέρας, ὡς ὁμολογουμένως εἰδώς τό συμφέρον, καί τοῦτο ὑψηλοφροσύνη ἐστί˙ ἀντί τοῦ εἰπεῖν, ὁδήγησόν με εἰς τήν ὁδόν τοῦ Θεοῦ. Ὁ Θεός φωτίσαι τούς ὀφθαλμούς τῆς καρδίας σου, γνῶναι, ὅπως κοπιῶ ὑπέρ σου, φειδόμενος μή ἀπολέσθαι σε. Ἀλλά χρεία τῆς συνεργίας σου ὀλίγον ἐν ὀνόματι τοῦ Θεοῦ.

Ἰδού δόδωμί σοι ἐντολήν εἰς σωτηρίαν, ἥν ἐάν φυλάξῃς, βαστάζω τό κατά σοῦ χειρόγραφον˙ καί οὐδέ ἀφῶ σε οὐδέ ἐν τῷ νῦν αἰῶνι οὐδέ ἐν τῷ μέλλοντι, χάριτι Χριστοῦ. Μή ἀπατηθῇς ἐν χορτασία κοιλίας, μηδέ ἐκτός τῆς τοῦ σώματος χρείας ἡδυνθῇς τοῦ μεταλαβεῖν βρώματος ἤ πόματος καί φύλαξον μή κρῖναί τινα˙ καί γενοῦ εὐπειθής, καί ἔρχῃ εἰς ταπείνωσιν, καί καίεται ἀπό σοῦ πάντα τά πάθη. Καί μή δυσχεράνῃς νομίζων τήν ἐντολήν εἶναι βαρεῖαν˙ οὐκ ἔστι γάρ ἄνευ κόπου καί φυλακῆς ἐντολῆς σωθῆναί τινα.

Ἰδού οὖν ἔλαβον ἀπό σοῦ τό βάρος καί τό φορτίον καί τό χρέος καί ἰδού νέος ἐγένου, ἰδού ἀνεύθυνος, ἰδού καθαρός. Μεῖνον λοιπόν ἐν τῇ καθαρότητι. Ἄκουσον τοῦ Σωτῆρος λέγοντος˙ «ἰδού γέγονας μηκέτι ἁμάρτανε, ἵνα μή χεῖρόν τί σοι γένηται». Καί μή νομίσῃς ἄκοπον εἶναι τό σωθῆναι, ἱδρώτων γάρ χρεία καί κόπου καί βίας. Μή χαυνωθῇς τῷ σώματι, ἐπεί καταβάλλει σε˙ ἀκριβῶς γάρ, καί μεγάλοι, ἐάν μή προσέχωσι, καταβάλλονται.

Ἀνδρίζου τό λοιπόν, ἀδελφέ μου, καί φύλαξον τάς ἐντολάς μου, μᾶλλον δέ τάς τοῦ Θεοῦ, καί χαροποιεῖς με. Καί ὁ Κύριος φυλάττοι σέ ἀπό τοῦ πονηροῦ καί χαροποιεῖ σε εἰς τήν βασιλείαν αὐτοῦ.

Μελέτησον ταῦτα διά παντός˙ πόθησον σωθῆναι, καί σώζει σε ὁ Θεός, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: