ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Αριθμοί

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

Κεφάλαιο 25

Κεφάλαιο 26

Κεφάλαιο 27

Κεφάλαιο 28

Κεφάλαιο 29

Κεφάλαιο 30

Κεφάλαιο 31

Κεφάλαιο 32

Κεφάλαιο 33

Κεφάλαιο 34

Κεφάλαιο 35

Κεφάλαιο 36

36

ΚΑΙ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς υἱῶν ᾿Ιωσὴφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεάζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν τῶν υἱῶν ᾿Ισραὴλ 2 καὶ εἶπαν· τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ τῷ κυρίῳ συνέταξε Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ. 3 καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν ᾿Ισραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. 4 ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν ᾿Ισραήλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. 5 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ διὰ προστάγματος Κυρίου λέγων· οὕτως φυλὴ υἱῶν ᾿Ιωσὴφ λέγουσι· 6 τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος τοῖς θυγατράσι Σαλπαάδ, λέγων· οὗ ἀρέσκῃ ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες, 7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς ᾿Ισραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ ᾿Ισραήλ. 8 καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν ᾿Ισραὴλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ· 9 καὶ οὐ περιστραφήσεται ὁ κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλ’ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ ᾿Ισραήλ. 10 ὃν τρόπον συνέταξε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατράσι Σαλπαάδ, 11 καὶ ἐγένοντο Θερσὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Νούα καὶ Μαλαὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12 ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν ᾿Ιωσὴφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.

13 Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.