ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Γένεσις

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

Κεφάλαιο 25

Κεφάλαιο 26

Κεφάλαιο 27

Κεφάλαιο 28

Κεφάλαιο 29

Κεφάλαιο 30

Κεφάλαιο 31

Κεφάλαιο 32

Κεφάλαιο 33

Κεφάλαιο 34

Κεφάλαιο 35

Κεφάλαιο 36

Κεφάλαιο 37

Κεφάλαιο 38

Κεφάλαιο 39

Κεφάλαιο 40

Κεφάλαιο 41

Κεφάλαιο 42

Κεφάλαιο 43

Κεφάλαιο 44

Κεφάλαιο 45

Κεφάλαιο 46

Κεφάλαιο 47

Κεφάλαιο 48

Κεφάλαιο 49

Κεφάλαιο 50

21

 
ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε, 2 καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ. 4 περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. 5 καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 6 εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.

  8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 9 ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς· 10 καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ. 11 σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον ῾Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. 12 εἶπε δὲ ὁ Θεὸς τῷ ῾Αβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα. 13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν. 14 ἀνέστη δὲ ῾Αβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου. 15 ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης. 16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. 17 εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν ῎Αγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν. 18 ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. 19 καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον. 20 καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης. 21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

  22 ᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ῾Αβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς· 23 νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. 24 καὶ εἶπεν ῾Αβραάμ· ἐγὼ ὀμοῦμαι. 25 καὶ ἤλεγξεν ῾Αβραὰμ τὸν ᾿Αβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ᾿Αβιμέλεχ. 26 καὶ εἶπεν αὐτῷ ᾿Αβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον. 27 καὶ ἔλαβεν ῾Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ᾿Αβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 καὶ ἔστησεν ῾Αβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας. 29 καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας; 30 καὶ εἶπεν ῾Αβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο. 31 διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ. 33 καὶ ἐφύτευσεν· ῾Αβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος. 34 παρῴκησε δὲ ῾Αβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.