ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Γένεσις

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

Κεφάλαιο 25

Κεφάλαιο 26

Κεφάλαιο 27

Κεφάλαιο 28

Κεφάλαιο 29

Κεφάλαιο 30

Κεφάλαιο 31

Κεφάλαιο 32

Κεφάλαιο 33

Κεφάλαιο 34

Κεφάλαιο 35

Κεφάλαιο 36

Κεφάλαιο 37

Κεφάλαιο 38

Κεφάλαιο 39

Κεφάλαιο 40

Κεφάλαιο 41

Κεφάλαιο 42

Κεφάλαιο 43

Κεφάλαιο 44

Κεφάλαιο 45

Κεφάλαιο 46

Κεφάλαιο 47

Κεφάλαιο 48

Κεφάλαιο 49

Κεφάλαιο 50

23

ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ ῾Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ῾Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν ῾Αβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων· 4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ῾Αβραὰμ λέγοντες· μὴ κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ ῾Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ῾Αβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ ᾿Εφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10 ᾿Εφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ ᾿Εφρὼν ὁ Χετταῖος πρὸς ῾Αβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων· 11 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου· 12 καὶ προσεκύνησεν ῾Αβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς 13 καὶ εἶπε τῷ ᾿Εφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 14 ἀπεκρίθη δὲ ᾿Εφρὼν τῷ ᾿Αβραὰμ λέγων· 15 οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16 καὶ ἤκουσεν ῾Αβραὰμ τοῦ ᾿Εφρών, καὶ ἀποκατέστησεν ῾Αβραὰμ τῷ ᾿Εφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 καὶ ἔστη ὁ ἀγρὸς ᾿Εφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ,
ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ ῾Αβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 μετὰ ταῦτα ἔθαψεν ῾Αβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. 20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ ῾Αβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.