ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Μακκαβαίων Α'

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

10

  ΚΑΙ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη ᾿Αλέξανδρος ὁ τοῦ ᾿Αντιόχου ὁ ᾿Επιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. 3 καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν. 4 εἶπε γάρ· προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾿ αὐτοῦ, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ ᾿Αλεξάνδρου καθ᾿ ἡμῶν· 5 μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ. 6 καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ. 7 καὶ ἦλθεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. 8 καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτι ἤκουσαν ὅτι ἔδωκεν ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. 9 καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας ᾿Ιωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. 10 καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν ῾Ιερουσαλὴμ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11 καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως. 12 καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησε Βακχίδης. 13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. 14 πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.

  15 Καὶ ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλε Δημήτριος τῷ ᾿Ιωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, 16 καὶ εἶπε· μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. 17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων· 18 «Βασιλεὺς ᾿Αλέξανδρος τῷ ἀδελφῷ ᾿Ιωνάθαν χαίρειν· 19 ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος. 20 καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε (καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν) καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς». 21 καὶ ἐνεδύσατο ᾿Ιωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγε δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.

  22 Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπε· 23 τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς ὁ ᾿Αλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς ᾿Ιουδαίοις εἰς στήριγμα; 24 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δογμάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν. 25 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· «Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν ᾿Ιουδαίων χαίρειν. 26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν. 27 καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾿ ὧν ποιεῖτε μεθ᾿ ἡμῶν. 28 καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα. 29 καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς ᾿Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων, 30 καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς ᾿Ιούδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον. 31 καὶ ῾Ιερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. 32 ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν ῾Ιερουσαλὴμ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν. 33 καὶ πᾶσαν ψυχὴν ᾿Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς ᾿Ιούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν. 34 καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου. 35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος. 36 καὶ προγραφήτωσαν τῶν ᾿Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως. 37 καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾿ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν. καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ ᾿Ιούδα. 38 καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ ᾿Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾿ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾿ ἢ τοῦ ἀρχιερέως. 39 Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν ῾Ιερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις. 40 κἀγὼ δίδωμι κατ᾿ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41 καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου. 42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾿ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι. 43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν ῾Ιεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. 44 καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. 45 καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ ᾿Ιουδαίᾳ».

  46 ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν ᾿Ισραὴλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα. 47 καὶ εὐδόκησαν ἐν ᾿Αλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.

  48 Καὶ συνήγαγεν ᾿Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου. 49 καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ ᾿Αλέξανδρος καὶ ἴσχυσεν ἐπ᾿ αὐτούς. 50 καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 51 καὶ ἀπέστειλεν ᾿Αλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων· 52 «᾿Επεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν 53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾿ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· 54 καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου». 55 Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων· «᾿Αγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. 56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ᾿ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας».

  57 Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 58 καὶ ἀπήντησεν αὐτῷ ᾿Αλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι καθὼς οἱ βασιλεὶς ἐν δόξῃ μεγάλῃ. 59 καὶ ἔγραψεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τῷ ᾿Ιωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. 60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρε χάριν ἐναντίον αὐτῶν. 61 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ ᾿Ισραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾿ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. 62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως. 63 καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ· ἐξέλθετε μετ᾿ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ᾿ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου. 64 καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξε, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες. 65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. 66 καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ εὐφροσύνης.

  67 Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. 68 καὶ ἤκουσεν ᾿Αλέξανδρος βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς ᾿Αντιόχειαν. 69 καὶ κατέστησε Δημήτριος ᾿Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐν ᾿Ιαμνείᾳ. καὶ ἀπέστειλε πρὸς ᾿Ιωνάθαν τὸν ἀρχιερέα λέγων· 70 «Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾿ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφ᾿ ἡμᾶς ἐν τοῖς ὄρεσι; 71 νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾿ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων. 72 ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν· οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν γῇ αὐτῶν. 73 καὶ νῦν οὐ δυνήσῃ ὑποστῇναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν».

  74 ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν τῶν λόγων ᾿Απολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ ῾Ιερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ. 75 καὶ παρενέβαλεν ἐπὶ ᾿Ιόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ ᾿Απολλωνίου ἐν ᾿Ιόππῃ, καὶ ἐπολέμησαν αὐτήν. 76 καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν ᾿Ιωνάθαν ᾿Ιόππης. 77 καὶ ἤκουσεν ᾿Απολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς ῎Αζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾿ αὐτῇ. 78 καὶ κατεδίωξεν ᾿Ιωνάθαν ὀπίσω αὐτοῦ εἰς ῎Αζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον. 79 καὶ ἀπέλιπεν ᾿Απολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν. 80 καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας· 81 ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν ᾿Ιωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82 καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψε πρὸς τὴν φάραγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ᾿ αὐτοῦ καὶ ἔφυγον. 83 καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς ῎Αζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν τοῦ σωθῆναι. 84 καὶ ἐνεπύρισεν ᾿Ιωνάθαν τὴν ῎Αζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί. 85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86 καὶ ἀπῇρεν ἐκεῖθεν ᾿Ιωνάθαν καὶ παρενέβαλεν ἐπὶ ᾿Ασκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87 καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ σὺν τοῖς παρ᾿ αὐτοῦ ἔχοντες σκῦλα πολλά. 88 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν ᾿Ιωνάθαν. 89 καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ακκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.