ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ιησούς Ναυή

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

12

ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος ᾿Αρνῶν ἕως τοῦ ὄρους ᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν ῎Αραβα ἀπ’ ἀνατολῶν· 2 Σηὼν τὸν βασιλέα τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβὼν κυριεύων ἀπὸ ᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια υἱῶν ᾿Αμμών, 3 καὶ ῎Αραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης ῎Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ ᾿Ασηδὼθ Φασγά· 4 καὶ ῍Ωγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5 ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως ᾿Εσεβών. 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.

7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οὓς ἀνεῖλεν ᾿Ιησοῦς καὶ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν ᾿Ιησοῦς ταῖς φυλαῖς ᾿Ισραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν ῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 9 τὸν βασιλέα ῾Ιεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ, 10 βασιλέα ῾Ιερουσαλήμ, βασιλέα Χεβρών, 11 βασιλέα ῾Ιεριμούθ, βασιλέα Λαχίς, 12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ, 14 βασιλέα ῾Ερμάθ, βασιλέα ᾿Αράθ, 15 βασιλέα Λεβνά, βασιλέα ᾿Οδολλάμ, 16 βασιλέα ᾿Ηλάθ, 17 βασιλέα Ταφούγ, βασιλέα ᾿Οφέρ, 18-22 βασιλέα ᾿Αφὲκ τῆς Σαρών, βασιλέα ᾿Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα ᾿Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ, 23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας, 24 βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.