ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ιησούς Ναυή

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

19

ΚΑΙ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν ᾿Ιούδα. 2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ 3 καὶ ᾿Αρσωλὰ καὶ Βωλὰ καὶ ᾿Ασὸμ 4 καὶ ᾿Ελθουλὰ καὶ Βουλὰ καὶ ῾Ερμᾶ 5 καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν 6 καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 ᾿Ερεμμὼν καὶ Θαλχὰ καὶ ᾿Εθὲρ καὶ ᾿Ασάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου τοῦ ᾿Ιούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν ᾿Ιούδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.

10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ᾿Εσεδεκγωλά· ὅρια αὐτῶν 11 ἡ θάλασσα καὶ Μαραγγιλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον ᾿Ιεκμάν, 12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ρεμμωνὰ ᾿Αμαθὰρ ᾿Αοζὰ 14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ ᾿Αμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ 15 καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ ῾Ιεριχὼ καὶ Βαιθμάν. 16 αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.

17 Καὶ τῷ ᾿Ισσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Ιαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰμ 19 καὶ ᾿Αγὶν καὶ Σιωνὰ καὶ Ρεηρὼθ 20 καὶ ᾿Αναχερὲθ καὶ Δαβιρὼν καὶ Κισὼν καὶ Ρεβὲς 21 καὶ Ρεμμὰς καὶ ᾿Ιεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ ᾿Ιορδάνης. 23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.

24 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος ᾿Ασὴρ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Εξελεκὲθ καὶ ᾿Αλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ 26 καὶ ᾿Ελιμελὲχ καὶ ᾿Αμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ 27 καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ᾿Εκγαῖ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ ᾿Ιναὴλ καὶ διελεύσεται εἰς Χωβαμασομὲλ 28 καὶ ᾿Ελβὼν καὶ Ραὰβ καὶ ᾿Εμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ ᾿Ιασίφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ᾿Απολὲβ καὶ ᾿Εχοζὸβ 30 καὶ ᾿Αρχὸβ καὶ ᾿Αφὲκ καὶ Ρααῦ. 31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ασὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.

32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιΐν καὶ ᾿Αρμὲ καὶ Ναβὸκ καὶ ᾿Ιεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ᾿Ιορδάνης· 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ᾿Ενὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν ᾿Ιακανὰ καὶ συνάψει τῷΖαβουλὼν ἀπὸ νώτου καὶ ᾿Ασὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ ᾿Ιορδάνης ἀπὸ ἀνατολῶν ἡλίου. 35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τύρος καὶ ᾿Ωμαθά, Δακὲθ καὶ Κενερὲθ 36 καὶ ᾿Αρμαΐθ καὶ ᾿Αραὴλ καὶ ᾿Ασὼρ 37 καὶ Κάδες καὶ ᾿Ασσαρὶ καὶ πηγὴ ᾿Ασὸρ 38 καὶ Κερωὲ καὶ Μεγαλὰ ᾿Αρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς. 39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί.

40 Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ ᾿Ασὰ καὶ πόλεις Σαμμάυς 42 καὶ Σαλαμὶν καὶ ᾿Αμμὼν καὶ Σιλαθὰ 43 καὶ ᾿Ελὼν καὶ Θαμναθὰ καὶ ᾿Ακκαρὼν 44 καὶ ᾿Αλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν 45 καὶ ᾿Αζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμών, 46 καὶ ἀπὸ θαλάσσης ῾Ιεράκων ὅριον πληρίον ᾿Ιόππης. 47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν ᾿Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ ᾿Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν. 48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδὰκ καὶ ὁ ᾿Αμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν ᾿Ελὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ ᾿Εφραὶμ ἐπ’ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.

49 Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ κλῆρον τῷ ᾿Ιησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς 50 διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἥ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ. 51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς ᾿Ισραὴλ κατὰ κλήρους ἐν Σηλώ, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.