ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ιησούς Ναυή

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

24

ΚΑΙ συνήγαγεν ᾿Ιησοῦς πάσας φυλὰς ᾿Ισραὴλ εἰς Σηλὼ καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ. 2 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς πάντα τὸν λαόν· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ ἀρχῆς, Θάρα ὁ πατὴρ ῾Αβραὰμ καὶ ὁ πατὴρ Ναχώρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις. 3 καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν ῾Αβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα 4 καὶ ἔδωκα αὐτῷ τὸν ᾿Ισαάκ, καὶ τῷ ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ καὶ τὸν ῾Ησαῦ· καὶ ἔδωκα τῷ ῾Ησαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ, καὶ ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν. καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι, 5 καὶ ἐπάταξε Κύριος τὴν Αἴγυπτον ἐν σημείοις, οἷς ἐποίησεν ἐν αὐτοῖς. 6 καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν, 7 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς, καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ, καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους. 8 καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν ᾿Αμορραίων τῶν κατοικούντων πέραν τοῦ ᾿Ιορδάνου, καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν, καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν. 9 καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ καὶ παρετάξατο τῷ ᾿Ισραὴλ καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν· 10 καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε, καὶ εὐλογίαις εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς. 11 καὶ διέβητε τὸν ᾿Ιορδάνην καὶ παρεγενήθητε εἰς ῾Ιεριχώ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες ῾Ιεριχώ, ὁ ᾿Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Εὐαῖος καὶ ὁ ᾿Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12 καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν ᾿Αμορραίων, οὐκ ἐν τῇ ρομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου. 13 καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ’ ἣν οὐκ ἐκοπιάσατε ἐπ᾿ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε. 14 καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ. 15 εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν ᾿Αμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.

16 Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε· μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις. 17 Κύριος ὁ Θεός ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ, ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καί ἐν πᾶσι τοῖς ἔθνεσιν, οὓς παρήλθομεν δι’ αὐτῶν. 18 καὶ ἐξέβαλε Κύριος τὸν ᾿Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ· οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι. 19 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι ὁ Θεὸς ἅγιός ἐστι, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν· 20 ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ’ ὧν εὖ ἐποίησεν ὑμᾶς. 21 καὶ εἶπεν ὁ λαὸς πρὸς ᾿Ιησοῦν· οὐχί, ἀλλὰ Κυρίῳ λατρεύσομεν. 22 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· μάρτυρες ὑμεῖς καθ’ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ. 23 καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν ᾿Ισραήλ. 24 καὶ εἶπεν ὁ λαὸς πρὸς ᾿Ιησοῦν· Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα. 25 καὶ διέθετο ᾿Ιησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ ᾿Ισραήλ. 26 καὶ ἔγραψε τὰ ρήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν καὶ ἔστησεν αὐτὸν ᾿Ιησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι Κυρίου. 27 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου, ὅ,τι ἐλάλησε πρὸς ὑμᾶς σήμερον· καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου. 28 καὶ ἀπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἐλάτρευσεν ᾿Ισραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ ᾿Ιησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου, ὅσα ἐποίησε τῷ ᾿Ισραήλ.

30 Καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν ᾿Ιησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. 31 καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασασὰχ ἐν τῷ ὄρει τῷ ᾿Εφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς· ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τό μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος, καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας. 32 καὶ τὰ ὀστᾶ ᾿Ιωσὴφ ἀνήγαγον οἱ υἱοὶ ᾿Ισραὴλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ, οὗ ἐκτήσατο ᾿Ιακὼβ παρὰ τῶν ᾿Αμορραίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν ᾿Ιωσὴφ ἐν μερίδι. 33 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ᾿Ελεάζαρ υἱὸς ᾿Ααρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ ᾿Ισραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ ᾿Ελεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾿Αστάρτην καὶ ᾿Ασταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Εγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.