ΗΣΑΪΑΣ
Κεφάλαια
64 ΕΑΝ
ἀνοίξῃς τὸν οὐρανόν,
τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη, καὶ τακήσονται, 2 ὡς
κηρὸς ἀπὸ προσώπου πυρὸς
τήκεται, καὶ κατακαύσει πῦρ
τοὺς ὑπεναντίους, καὶ
φανερὸν ἔσται τὸ ὄνομα
Κυρίου ἐν τοῖς
ὑπεναντίοις· ἀπὸ
προσώπου σου ἔθνη ταραχθήσονται.
3 ὅταν ποιῇς τὰ ἔνδοξα,
τρόμος λήψεται ἀπὸ σοῦ
ὄρη. 4 ἀπὸ τοῦ αἰῶνος
οὐκ ἠκούσαμεν, οὐδὲ οἱ
ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν
πλὴν σοῦ καὶ τὰ ἔργα σου,
ἃ ποιήσεις τοῖς ὑπομένουσιν
ἔλεον. 5 συναντήσεται γὰρ τοῖς
ποιοῦσι τὸ δίκαιον, καὶ τῶν
ὁδῶν σου μνησθήσονται. ἰδοὺ
σὺ ὠργίσθης, καὶ ἡμεῖς
ἡμάρτομεν· διὰ τοῦτο
ἐπλανήθημεν. 6 καὶ
ἐγενήθημεν ὡς ἀκάθαρτοι
πάντες ἡμεῖς, ὡς ράκος
ἀποκαθημένης πᾶσα ἡ
δικαιοσύνη ἡμῶν· καὶ
ἐξερρύημεν ὡς φύλλα διὰ
τὰς ἀνομίας ἡμῶν, οὕτως
ἄνεμος οἴσει ἡμᾶς. 7 καὶ
οὐκ ἔστιν ὁ ἐπικαλούμενος
τὸ ὄνομά σου καὶ ὁ
μνησθεὶς ἀντιλαβέσθαι σου·
ὅτι ἀπέστρεψας τὸ
πρόσωπόν σου ἀφ᾿ ἡμῶν
καὶ παρέδωκας ἡμᾶς διὰ
τὰς ἁμαρτίας ἡμῶν. 8 καὶ
νῦν, Κύριε, πατὴρ ἡμῶν σύ,
ἡμεῖς δὲ πηλός, ἔργα τῶν
χειρῶν σου πάντες. 9 μὴ
ὀργίζου ὑμῖν σφόδρα καὶ
μὴ ἐν καιρῷ μνησθῇς
ἁμαρτιῶν ἡμῶν. καὶ νῦν
ἐπίβλεψον, ὅτι λαός σου
πάντες ἡμεῖς. 10 πόλις τοῦ
ἁγίου σου ἐγενήθη ἔρημος,
Σιὼν ὡς ἔρημος ἐγενήθη,
῾Ιερουσαλὴμ εἰς κατάραν. 11 ὁ
οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ
ἡ δόξα, ἣν εὐλόγησαν οἱ
πατέρες ἡμῶν, ἐγενήθη
πυρίκαυστος, καὶ πάντα ἔνδοξα
ἡμῶν συνέπεσε. 12 καὶ ἐπὶ
πᾶσι τούτοις ἀνέσχου, Κύριε,
καὶ ἐσιώπησας καὶ
ἐταπείνωσας ἡμᾶς σφόδρα. |