ΕΣΘΗΡ
8 ΚΑΙ
ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ
βασιλεὺς ᾿Αρταξέρξης
ἐδωρήσατο ᾿Εσθὴρ ὅσα
ὑπῆρχεν ᾿Αμὰν τῷ
διαβόλῳ, καὶ Μαρδοχαῖος
προσεκλήθη ὑπὸ τοῦ
βασιλέως· ὑπέδειξε γὰρ
᾿Εσθήρ, ὅτι ἐνοικείωται
αὐτῇ. 2 ἔλαβε δὲ ὁ
βασιλεὺς τὸν δακτύλιον, ὃν
ἀφείλετο ᾿Αμάν, καὶ
ἔδωκεν αὐτὸν Μαρδοχαίῳ,
καὶ κατέστησεν ᾿Εσθὴρ
Μαρδοχαῖον ἐπὶ πάντων τῶν
᾿Αμάν. 3 καὶ προσθεῖσα
ἐλάλησε πρὸς τὸν βασιλέα
καὶ προσέπεσε πρὸς τοὺς
πόδας αὐτοῦ καὶ ἠξίου
ἀφελεῖν τὴν ᾿Αμὰν κακίαν
καὶ ὅσα ἐποίησε τοῖς
᾿Ιουδαίοις. 4 ἐξέτεινε δὲ
ὁ βασιλεὺς ᾿Εσθὴρ τὴν
ράβδον τὴν χρυσῆν, ἐξηγέρθη
δὲ ᾿Εσθὴρ παρεστηκέναι τῷ
βασιλεῖ, 5 καὶ εἶπεν
᾿Εσθήρ· εἰ δοκεῖ σοι καὶ
εὗρον χάριν, πεμφθήτω
ἀποστραφῆναι τὰ γράμματα τὰ
ἀπεσταλμένα ὑπὸ ᾿Αμάν,
τὰ γραφέντα ἀπολέσθαι τοὺς
᾿Ιουδαίους, οἵ εἰσιν ἐν
τῇ βασιλείᾳ σου· 6 πῶς γὰρ
δυνήσομαι ἰδεῖν τὴν κάκωσιν
τοῦ λαοῦ μου καὶ πῶς
δυνήσομαι σωθῆναι ἐν τῇ
ἀπωλείᾳ τῆς πατρίδος μου; 7
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς
᾿Εσθήρ· εἰ πάντα τὰ
ὑπάρχοντα ᾿Αμὰν ἔδωκα
καὶ ἐχαρισάμην σοι καὶ
αὐτὸν ἐκρέμασα ἐπὶ
ξύλου, ὅτι τὰς χεῖρας
ἐπήνεγκε τοῖς ᾿Ιουδαίοις,
τί ἔτι ἐπιζητεῖς; 8 γράψατε
καὶ ὑμεῖς ἐκ τοῦ
ὀνόματός μου, ὡς δοκεῖ
ὑμῖν, καὶ σφραγίσατε τῷ
δακτυλίῳ μου· ὅσα γὰρ
γράφετε τοῦ βασιλέως
ἐπιτάξαντος καὶ σφραγισθῇ
τῷ δακτυλίω μου, οὐκ ἔστιν
αὐτοῖς ἀντειπεῖν. 9
ἐκλήθησαν δὲ οἱ γραμματεῖς
ἐν τῷ πρώτῳ μηνί, ὅς
ἐστι Νισάν, τρίτῃ καὶ
εἰκάδι τοῦ αὐτοῦ ἔτους,
καὶ ἐγράφη τοῖς
᾿Ιουδαίοις ὅσα ἐνετείλατο
τοῖς οἰκονόμοις καὶ τοῖς
ἄρχουσι τῶν σατραπῶν, ἀπὸ
τῆς ᾿Ινδικῆς ἕως τῆς
Αἰθιοπίας, ἑκατὸν
εἰκοσιεπτὰ σατράπαις κατὰ
χώραν καὶ χώραν, κατὰ τὴν
ἑαυτῶν λέξιν. 10 ἐγράφη δὲ
διὰ τοῦ βασιλέως καὶ
ἐσφραγίσθη τῷ δακτυλίῳ
αὐτοῦ, καὶ ἐξαπέστειλαν
τὰ γράμματα διὰ βιβλιοφόρων, 11
ὡς ἐπέταξε αὐτοῖς
χρῆσθαι τοῖς νόμοις αὐτῶν
ἐν πάσῃ πόλει βοηθῆσαί τε
αὐτοῖς καὶ χρῆσθαι τοῖς
ἀντιδίκοις αὐτῶν καὶ
τοῖς ἀντικειμένοις αὐτῶν,
ὡς βούλονται, 12 ἐν ἡμέρα
μιᾷ ἐν πάσῃ τῇ
βασιλείᾳ ᾿Αρταξέρξου, τῇ
τρισκαιδεκάτῃ τοῦ δωδεκάτου
μηνός, ὅς ἐστιν ᾿Αδάρ. 12α
῟Ων ἐστιν ἀντίγραφον τῆς
ἐπιστολῆς τὰ
ὑπογεγραμμένα· 12β «βασιλεὺς
μέγας ᾿Αρταξέρξης τοῖς
ἀπὸ τῆς ᾿Ινδικῆς ἕως
τῆς Αἰθιοπίας ἑκατὸν
εἰκοσιεπτὰ σατραπείαις χωρῶν
ἄρχουσι καὶ τοῖς τὰ
ἡμέτερα φρονοῦσι, χαίρειν. 12γ
πολλοὶ τῇ πλείστῃ τῶν
εὐεργετούντων χρηστότητι
πυκνότερον τιμώμενοι μεῖζον
ἐφρόνησαν καὶ οὐ μόνον
τοὺς ὑποτεταγμένους ἡμῖν
ζητοῦσι κακοποιεῖν, τόν τε
κόρον οὐ δυνάμενοι φέρειν
καὶ τοῖς ἑαυτῶν
εὐεργέταις ἐπιχειροῦσιν
μηχανᾶσθαι· 12δ καὶ τὴν
εὐχαριστίαν οὐ μόνον ἐκ
τῶν ἀνθρώπων
ἀνταναιροῦντες, ἀλλὰ καὶ
τοῖς τῶν ἀπειραγάθων
κόμποις ἐπαρθέντες, τοῦ τὰ
πάντα κατοπτεύοντος ἀεὶ
Θεοῦ μισοπόνηρον
ὑπολαμβάνουσιν ἐκφεύξεσθαι
δίκην. 12ε πολλάκις δὲ καὶ
πολλοὺς τῶν ἐπ᾿
ἐξουσίαις τεταγμένων τῶν
πιστευθέντων χειρίζειν φίλων
τὰ πράγματα παραμυθία
μετόχους αἱμάτων ἀθώων
καταστήσασα, περιέβαλε συμφοραῖς
ἀνηκέστοις, 12ζ τῷ τῆς
κακοηθείας ψευδεῖ παραλογισμῷ
παραλογισαμένων τὴν τῶν
ἐπικρατούντων ἀκέραιον
εὐγνωμοσύνην. 12η σκοπεῖν δὲ
ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν
παλαιοτέρων ὧν παρεδώκαμεν
ἱστοριῶν, ὅσα ἐστὶ παρὰ
πόδας ὑμᾶς ἐκζητοῦντας
ἀνοσίως συντετελεσμένα τῇ
τῶν ἀνάξια δυναστευόντων
λοιμότητι, 12θ καὶ προσέχειν
εἰς τὰ μετὰ ταῦτα εἰς τὸ
τὴν βασιλείαν ἀτάραχον τοῖς
πᾶσιν ἀνθρώποις μετ᾿
εἰρήνης παρεξόμεθα, 12ι
χρώμενοι ταῖς μεταβολαῖς, τὰ
δὲ ὑπὸ τὴν ὄψιν
ἐρχόμενα διακρίνοντες ἀεὶ
μετ᾿ ἐπιεικεστέρας
ἀπαντήσεως. 12κ ὡς γὰρ
᾿Αμὰν ᾿Αμαδάθου Μακεδών,
ταῖς ἀληθείας ἀλλότριος
τοῦ τῶν Περσῶν αἵματος καὶ
πολὺ διεστηκὼς τῆς ἡμετέρας
χρηστότητος, ἐπιξενωθεὶς
ἡμῖν 12λ ἔτυχεν, ἧς ἔχομεν
πρὸς πᾶν ἔθνος φιλανθρωπίας
ἐπὶ τοσοῦτον, ὥστε
ἀναγορεύεσθαι ἡμῶν πατέρα
καὶ προσκυνούμενον ὑπὸ
πάντων τὸ δεύτερον τοῦ
βασιλικοῦ θρόνου πρόσωπον
διατελεῖν· 12μ οὐκ ἐνέγκας
δὲ τὴν ὑπερηφανίαν
ἐπετήδευσε τῆς ἀρχῆς
στερῆσαι ἡμᾶς καὶ τοῦ
πνεύματος, 12ν τόν τε ἡμέτερον
σωτῆρα καὶ διαπαντὸς
εὐεργέτην Μαρδοχαῖον καὶ
τὴν ἄμεμπτον τῆς βασιλείας
κοινωνὸν ᾿Εσθὴρ σὺν παντὶ
τῷ τούτων ἔθνει πολυπλόκοις
μεθόδων παραλογισμοῖς
αἰτησάμενος εἰς
ἀπώλειαν· 12ξ διὰ γὰρ τῶν
τρόπων τούτων ᾠήθη λαβὼν
ἡμᾶς ἐρήμους, τὴν τῶν
Περσῶν ἐπικράτησιν εἰς τοὺς
Μακεδόνας μετάξαι. 12ο ἡμεῖς
δὲ τοὺς ὑπὸ τοῦ
τρισαλιτηρίου παραδεδομένους
εἰς ἀφανισμὸν ᾿Ιουδαίους,
εὑρίσκομεν οὐ κακούργους
ὄντας, δικαιοτάτοις δὲ
πολιτευομένους νόμοις, 12π ὄντας
δὲ υἱοὺς τοῦ ῾Υψίστου
μεγίστου ζῶντος Θεοῦ τοῦ
κατευθύνοντος ἡμῖν τε καὶ
τοῖς προγόνοις ἡμῶν τὴν
βασιλείαν ἐν τῇ καλλίστῃ
διαθέσει. 12ρ καλῶς οὗν
ποιήσετε μὴ προσχρησάμενοι
τοῖς ὑπὸ ᾿Αμὰν
᾿Αμαδάθου ἀποσταλεῖσι
γράμμασι διὰ τὸν αὐτὸν
τὸν ταῦτα ἐξεργασάμενον
πρὸς ταῖς Σούσων πύλαις
ἐσταυρῶσθαι σὺν τῇ
πανοικίᾳ, τὴν καταξίαν τοῦ
τὰ πάντα ἐπικρατοῦντος Θεοῦ
διὰ τάχους ἀποδόντος
αὐτῷ κρίσιν. 12σ τὸ δὲ
ἀντίγραφον τῆς ἐπιστολῆς
ταύτης ἐκθέντες ἐν παντὶ
τόπῳ μετὰ παρρησίας, ἐᾶν
τοὺς ᾿Ιουδαίους χρῆσθαι
τοῖς ἑαυτῶν νομίμοις καὶ
συνεπισχύειν αὐτοῖς, ὅπως
τοὺς ἐν καιρῷ θλίψεως
ἐπιθεμένους αὐτοῖς
ἀμύνωνται τῇ τρισκαιδεκάτῃ
τοῦ δωδεκάτου μηνὸς ᾿Αδὰρ
τῇ αὐτῇ ἡμέρᾳ· 12τ
ταύτην γὰρ ὁ τὰ πάντα
δυναστεύων Θεὸς ἀντ᾿
ὀλεθρίας τοῦ ἐκλεκτοῦ
γένους ἐποίησεν αὐτοῖς
εὐφροσύνην. 12υ καὶ ὑμεῖς
οὖν ἐν ταῖς ἐπωνύμοις
ὑμῶν ἑορταῖς ἐπίσημον
ἡμέραν μετὰ πάσης
εὐωχίας ἄγεται, ὅπως καὶ
νῦν καὶ μετὰ ταῦτα σωτηρία
ᾖ ἡμῖν καὶ τοῖς
εὐνοοῦσι Πέρσαις, τοῖς δὲ
ἡμῖν ἐπιβουλεύουσι
μνημόσυνον τῆς ἀπωλείας. 12φ
πᾶσα δὲ πόλις ἢ χώρα τὸ
σύνολον, ἥτις κατὰ ταῦτα μὴ
ποιήσῃ, δόρατι καὶ πυρὶ
καταναλωθήσεται μετ᾿ ὀργῆς·
οὐ μόνον ἀνθρώποις ἄβατος,
ἀλλὰ καὶ θηρίοις καὶ
πετεινοῖς εἰς τὸν ἅπαντα
χρόνον ἔχθιστος κατασταθήσεται.
13 τὰ δὲ ἀντίγραφα
ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς
ἐν πάσῃ τῇ βασιλείᾳ,
ἑτοίμους τε εἶναι πάντας
τοὺς ᾿Ιουδαίους εἰς ταύτην
τὴν ἡμέραν, πολεμῆσαι
αὐτῶν τοὺς ὑπεναντίους». 14
Οἱ μὲν οὗν ἱππεῖς
ἐξῆλθον σπεύδοντες τὰ
ὑπὸ τοῦ βασιλέως λεγόμενα
ἐπιτελεῖν· ἐξετέθη δὲ
τὸ πρόσταγμα καὶ ἐν Σούσοις.
15 ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν
ἐστολισμένος τὴν βασιλικὴν
στολὴν καὶ στέφανον ἔχων
χρυσοῦν καὶ διάδημα βύσσινον
πορφυροῦν· ἰδόντες δὲ οἱ
ἐν Σούσοις ἐχάρησαν. 16 τοῖς
δὲ ᾿Ιουδαίοις ἐγένετο
φῶς καὶ εὐφροσύνη· 17 κατὰ
πόλιν καὶ χώραν, οὗ ἂν
ἐξετέθη τὸ πρόσταγμα, οὗ
ἂν ἐξετέθη τὸ ἔκθεμα,
χαρὰ καὶ εὐφροσύνη τοῖς
᾿Ιουδαίοις, κώθων καὶ
εὐφροσύνη. καὶ πολλοὶ τῶν
ἐθνῶν περιετέμνοντο καὶ
ἰουδάϊζον διὰ τὸν φόβον
τῶν ᾿Ιουδαίων. |