ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ησαΐας

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

Κεφάλαιο 25

Κεφάλαιο 26

Κεφάλαιο 27

Κεφάλαιο 28

Κεφάλαιο 29

Κεφάλαιο 30

Κεφάλαιο 31

Κεφάλαιο 32

Κεφάλαιο 33

Κεφάλαιο 34

Κεφάλαιο 35

Κεφάλαιο 36

Κεφάλαιο 37

Κεφάλαιο 38

Κεφάλαιο 39

Κεφάλαιο 40

Κεφάλαιο 41

Κεφάλαιο 42

Κεφάλαιο 43

Κεφάλαιο 44

Κεφάλαιο 45

Κεφάλαιο 46

Κεφάλαιο 47

Κεφάλαιο 48

Κεφάλαιο 49

Κεφάλαιο 50

Κεφάλαιο 51

Κεφάλαιο 52

Κεφάλαιο 53

Κεφάλαιο 54

Κεφάλαιο 55

Κεφάλαιο 56

Κεφάλαιο 57

Κεφάλαιο 58

Κεφάλαιο 59

Κεφάλαιο 60

Κεφάλαιο 61

Κεφάλαιο 62

Κεφάλαιο 63

Κεφάλαιο 64

Κεφάλαιο 65

Κεφάλαιο 66

44

ΝΥΝ δὲ ἄκουσον, ᾿Ιακὼβ ὁ παῖς μου καὶ ᾿Ισραήλ, ὃν ἐξελεξάμην· 2 οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· ἔτι βοηθηθήσῃ, μὴ φοβοῦ, παῖς μου ᾿Ιακὼβ καὶ ἠγαπημένος ᾿Ισραήλ, ὃν ἐξελεξάμην. 3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. 5 οὕτος ἐρεῖ· τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι ᾿Ιακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ· τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι ᾿Ισραὴλ βοήσεται. — 6 Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ ᾿Ισραὴλ ὁ ρυσάμενος αὐτὸν Θεὸς σαβαώθ· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. 7 τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ᾿ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔτσι Θεὸς πλὴν ἐμοῦ· 9 καὶ οὐκ ἦσαν τότε οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται 10 πάντες οἱ πλάσσοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, 11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα. 12 ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. 13 ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. 14 ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος καὶ ὑετὸς ἐμήκυνεν, 15 ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾿ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν, τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοῖς. 16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν· καὶ ἐπ᾿ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ. 17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἰς σύ. 18 οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέα ἔφαγε καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτῷ. 20 γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου;

 21 Μνήσθητι ταῦτα ᾿Ιακὼβ καὶ ᾿Ισραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σὺ ᾿Ισραὴλ μὴ ἐπιλανθάνου μου. 22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε. 23 εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ Θεός τὸν ᾿Ισραήλ· σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν ᾿Ιακώβ, καὶ ᾿Ισραὴλ δοξασθήσεται. 24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. 25 τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων 26 καὶ ἱστῶν ρῆμα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων τῇ ῾Ιερουσαλήμ· κατοικηθήσῃ καὶ ταῖς πόλεσι τῆς ᾿Ιδουμαίας· οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 ὁ λέγων τῇ ἀβύσσῳ· ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων ῾Ιερουσαλήμ· οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.