ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ    ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου | Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ησαΐας

Κεφάλαιο 1

Κεφάλαιο 2

Κεφάλαιο 3

Κεφάλαιο 4

Κεφάλαιο 5

Κεφάλαιο 6

Κεφάλαιο 7

Κεφάλαιο 8

Κεφάλαιο 9

Κεφάλαιο 10

Κεφάλαιο 11

Κεφάλαιο 12

Κεφάλαιο 13

Κεφάλαιο 14

Κεφάλαιο 15

Κεφάλαιο 16

Κεφάλαιο 17

Κεφάλαιο 18

Κεφάλαιο 19

Κεφάλαιο 20

Κεφάλαιο 21

Κεφάλαιο 22

Κεφάλαιο 23

Κεφάλαιο 24

Κεφάλαιο 25

Κεφάλαιο 26

Κεφάλαιο 27

Κεφάλαιο 28

Κεφάλαιο 29

Κεφάλαιο 30

Κεφάλαιο 31

Κεφάλαιο 32

Κεφάλαιο 33

Κεφάλαιο 34

Κεφάλαιο 35

Κεφάλαιο 36

Κεφάλαιο 37

Κεφάλαιο 38

Κεφάλαιο 39

Κεφάλαιο 40

Κεφάλαιο 41

Κεφάλαιο 42

Κεφάλαιο 43

Κεφάλαιο 44

Κεφάλαιο 45

Κεφάλαιο 46

Κεφάλαιο 47

Κεφάλαιο 48

Κεφάλαιο 49

Κεφάλαιο 50

Κεφάλαιο 51

Κεφάλαιο 52

Κεφάλαιο 53

Κεφάλαιο 54

Κεφάλαιο 55

Κεφάλαιο 56

Κεφάλαιο 57

Κεφάλαιο 58

Κεφάλαιο 59

Κεφάλαιο 60

Κεφάλαιο 61

Κεφάλαιο 62

Κεφάλαιο 63

Κεφάλαιο 64

Κεφάλαιο 65

Κεφάλαιο 66

51

ΑΚΟΥΣΑΤΕ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 2 ἐμβλέψατε εἰς ῾Αβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. 3 καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. 4 ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. 5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι καὶ εἰς τὸν βραχίονά ἐλπιοῦσιν. 6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. 7 ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. 8 ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.

 9 ᾿Εξεγείρου ἐξεγείρου, ῾Ιερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ 10 ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ρυομένοις 11 καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις; καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 12 ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. 13 καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; 14 ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ· 15 ὅτι ἐγὼ ὁ Θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι. 16 θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών· λαός μου εἶ σύ. 17 ᾿Εξεγείρου ἐξεγείρου, ἀνάστηθι, ῾Ιερουσαλήμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. 18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. 19 δύο ταῦτα ἀντικείμενά σοι· τίς συλλυπηθήσεταί σοι; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. τίς παρακαλέσει σε; 20 οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾿ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. 21 διὰ τοῦτο ἄκουε, τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου· 22 οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό· 23 καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.