ΩΣΗΕ
| 1  ΛΟΓΟΣ
    Κυρίου, ὃς ἐγενήθη πρὸς
    ῾Ωσηὲ τὸν τοῦ Βεηρεὶ ἐν
    ἡμέραις ᾿Οζίου καὶ
    ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ
    ᾿Εζεκίου βασιλέων ᾿Ιούδα
    καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ
    υἱοῦ ᾿Ιωὰς βασιλέως
    ᾿Ισραήλ.  2
    ᾿Αρχὴ λόγου Κυρίου εἰς
    ῾Ωσηέ. καὶ εἶπε Κύριος
    πρὸς ῾Ωσηέ· βάδιζε, λαβὲ
    σεαυτῷ γυναῖκα πορνείας καὶ
    τέκνα πορνείας, διότι
    ἐκπορνεύουσα ἐκπορνεύσει ἡ
    γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.
    3 καὶ ἐπορεύθη καί ἔλαβε
    τὴν Γόμερ θυγατέρα Δεβηλαΐμ,
    καὶ συνέλαβε καὶ ἔτεκεν
    αὐτῷ υἱόν. 4 καὶ εἶπε
    Κύριος πρὸς αὐτόν·
    κάλεσον τὸ ὄνομα αὐτοῦ
    ᾿Ιεζραέλ, διότι ἔτι μικρὸν
    καὶ ἐκδικήσω τὸ αἷμα τοῦ
    ᾿Ιεζραὲλ ἐπὶ τὸν οἶκον
    ᾿Ιούδα καὶ καταπαύσω
    βασιλείαν οἴκου ᾿Ισραήλ. 5
    καὶ ἔσται ἐν τῇ ἡμέρᾳ
    ἐκείνῃ συντρίψω τὸ τόξον
    τοῦ ᾿Ισραὴλ ἐν κοιλάδι
    τοῦ ᾿Ιεζραέλ. 6 καὶ
    συνέλαβεν ἔτι καὶ ἔτεκε
    θυγατέρα, καὶ εἶπεν αὐτῷ·
    κάλεσον τὸ ὄνομα αὐτῆς,
    Οὐκ-ἠλεημένη, διότι οὐ μὴ
    προσθήσω ἔτι ἐλεῆσαι τὸν
    οἶκον ᾿Ισραήλ, ἀλλ᾿ ἢ
    ἀντιτασσόμενος ἀντιτάξομαι
    αὐτοῖς. 7 τοὺς δὲ υἱοὺς
    ᾿Ιούδα ἐλεήσω καὶ σώσω
    αὐτοὺς ἐν Κυρίῳ Θεῷ
    αὐτῶν καὶ οὐ σώσω
    αὐτοὺς ἐν τόξῳ οὐδὲ
    ἐν ρομφαίᾳ οὐδὲ ἐν
    πολέμῳ οὐδὲ ἐν ἵπποις
    οὐδὲ ἐν ἱππεῦσι. 8 καὶ
    ἀπεγαλάκτισε τὴν Οὐκ-ἠλεημένην,
    καὶ συνέλαβεν ἔτι καὶ
    ἔτεκεν υἱόν. 9 καὶ εἶπε·
    κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαός-μου,
    διότι ὑμεῖς οὐ λαός μου,
    καὶ ἐγώ οὐκ εἰμὶ
    ὑμῶν. | 
