ΑΡΙΘΜΟΙ
36 ΚΑΙ
προσῆλθον οἱ ἄρχοντες φυλῆς
υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ
υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς
υἱῶν ᾿Ιωσὴφ καὶ
ἐλάλησαν ἔναντι Μωυσῆ καὶ
ἔναντι ᾿Ελεάζαρ τοῦ
ἱερέως καὶ ἔναντι τῶν
ἀρχόντων οἴκων πατριῶν τῶν
υἱῶν ᾿Ισραὴλ 2 καὶ
εἶπαν· τῷ κυρίῳ ἡμῶν
ἐνετείλατο Κύριος
ἀποδοῦναι τὴν γῆν τῆς
κληρονομίας ἐν κλήρῳ τοῖς
υἱοῖς ᾿Ισραήλ, καὶ τῷ
κυρίῳ συνέταξε Κύριος
δοῦναι τὴν κληρονομίαν
Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν
ταῖς θυγατράσιν αὐτοῦ. 3 καὶ
ἔσονται ἑνὶ τῶν φυλῶν
υἱῶν ᾿Ισραὴλ γυναῖκες,
καὶ ἀφαιρεθήσεται ὁ κλῆρος
αὐτῶν ἐκ τῆς κατασχέσεως
τῶν πατέρων ἡμῶν καὶ
προστεθήσεται εἰς κληρονομίαν
τῆς φυλῆς, οἷς ἂν γένωνται
γυναῖκες, καὶ ἐκ τοῦ κλήρου
τῆς κληρονομίας ἡμῶν
ἀφαιρεθήσεται. 4 ἐὰν δὲ
γένηται ἡ ἄφεσις τῶν υἱῶν
᾿Ισραήλ, καὶ προστεθήσεται
ἡ κληρονομία αὐτῶν ἐπὶ
τὴν κληρονομίαν τῆς φυλῆς,
οἷς ἂν γένωνται γυναῖκες,
καὶ ἀπὸ τῆς κληρονομίας
φυλῆς πατριᾶς ἡμῶν
ἀφαιρεθήσεται ἡ κληρονομία
αὐτῶν. 5 καὶ ἐνετείλατο
Μωυσῆς τοῖς υἱοῖς
᾿Ισραὴλ διὰ προστάγματος
Κυρίου λέγων· οὕτως φυλὴ
υἱῶν ᾿Ιωσὴφ λέγουσι· 6
τοῦτο τὸ ρῆμα, ὃ συνέταξε
Κύριος τοῖς θυγατράσι Σαλπαάδ,
λέγων· οὗ ἀρέσκῃ
ἐναντίον αὐτῶν, ἔστωσαν
γυναῖκες, πλὴν ἐκ τοῦ δήμου
τοῦ πατρὸς αὐτῶν ἔστωσαν
γυναῖκες, 7 καὶ οὐχὶ
περιστραφήσεται κληρονομία τοῖς
υἱοῖς ᾿Ισραὴλ ἀπὸ
φυλῆς ἐπὶ φυλήν, ὅτι
ἕκαστος ἐν τῇ κληρονομίᾳ
τῆς φυλῆς τῆς πατριᾶς
αὐτοῦ προσκολληθήσονται οἱ
υἱοὶ ᾿Ισραήλ. 8 καὶ πᾶσα
θυγάτηρ ἀγχιστεύουσα
κληρονομίαν ἐκ τῶν φυλῶν
υἱῶν ᾿Ισραὴλ ἑνὶ τῶν
ἐκ τοῦ δήμου τοῦ πατρὸς
αὐτῆς ἔσονται γυναῖκες, ἵνα
ἀγχιστεύσωσιν οἱ υἱοὶ
᾿Ισραὴλ ἕκαστος τὴν
κληρονομίαν τὴν πατρικὴν
αὐτοῦ· 9 καὶ οὐ
περιστραφήσεται ὁ κλῆρος ἐκ
φυλῆς ἐπὶ φυλὴν ἑτέραν,
ἀλλ’ ἕκαστος ἐν τῇ
κληρονομίᾳ αὐτοῦ
προσκολληθήσονται οἱ υἱοὶ
᾿Ισραήλ. 10 ὃν τρόπον
συνέταξε Κύριος Μωυσῇ, οὕτως
ἐποίησαν θυγατράσι Σαλπαάδ, 11
καὶ ἐγένοντο Θερσὰ καὶ
᾿Εγλὰ καὶ Μελχὰ καὶ Νούα
καὶ Μαλαὰ θυγατέρες Σαλπαὰδ
τοῖς ἀνεψιοῖς αὐτῶν· 12
ἐκ τοῦ δήμου τοῦ Μανασσῆ
υἱῶν ᾿Ιωσὴφ ἐγενήθησαν
γυναῖκες, καὶ ἐγενήθη ἡ
κληρονομία αὐτῶν ἐπὶ τὴν
φυλὴν δήμου τοῦ πατρὸς
αὐτῶν. 13 Αὗται
αἱ ἐντολαὶ καὶ τὰ
δικαιώματα καὶ τὰ κρίματα, ἃ
ἐνετείλατο Κύριος ἐν χειρὶ
Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ
ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ
῾Ιεριχώ. |