ΕΚΚΛΗΣΙΑΣΤΗΣ
11 ΑΠΟΣΤΕΙΛΟΝ
τὸν ἄρτον σου ἐπὶ πρόσωπον
τοῦ ὕδατος, ὅτι ἐν πλήθει
ἡμερῶν εὑρήσεις αὐτόν·
2 δὸς μερίδα τοῖς ἑπτὰ καί
γε τοῖς ὀκτώ, ὅτι οὐ
γινώσκεις τί ἔσται πονηρὸν
ἐπὶ τὴν γῆν. 3 ἐὰν
πλησθῶσι τὰ νέφη ὑετοῦ,
ἐπὶ τὴν γῆν ἐκχέουσι·
καὶ ἐὰν πέσῃ ξύλον ἐν
τῷ νότῳ καὶ ἐὰν ἐν
τῷ βορρᾷ, τόπῳ, οὗ
πεσεῖται τὸ ξύλον, ἐκεῖ
ἔσται. 4 τηρῶν ἄνεμον οὐ
σπερεῖ, καὶ βλέπων ἐν ταῖς
νεφέλαις οὐ θερίσει. 5 ἐν οἷς
οὐκ ἔστι γινώσκων τίς ἡ
ὁδὸς τοῦ πνεύματος. ὡς
ὀστᾶ ἐν γαστρὶ κυοφορούσης,
οὕτως οὐ γνώσῃ τὰ
ποιήματα τοῦ Θεοῦ, ὅσα
ποιήσει σὺν τὰ πάντα. 6 ἐν
τῷ πρωΐ σπεῖρον τὸ σπέρμα
σου, καὶ εἰς ἑσπέραν μὴ
ἀφέτω ἡ χείρ σου, ὅτι οὐ
γινώσκεις ποῖον στοιχήσει, ἢ
τοῦτο ἢ τοῦτο, καὶ ἐὰν
τὰ δύο ἐπὶ τὸ αὐτὸ
ἀγαθά. 7 καὶ γλυκὺ τὸ φῶς
καὶ ἀγαθὸν τοῖς
ὀφθαλμοῖς τοῦ βλέπειν σὺν
τὸν ἥλιον· 8 ὅτι καὶ ἐὰν
ἔτη πολλὰ ζήσεται ὁ
ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς
εὐφρανθήσεται καὶ μνησθήσεται
τὰς ἡμέρας τοῦ σκότους,
ὅτι πολλαὶ ἔσονται· πᾶν
τὸ ἐρχόμενον ματαιότης. 9
Εὐφραίνου, νεανίσκε, ἐν
νεότητί σου, καὶ ἀγαθυνάτω
σε ἡ καρδία σου ἐν ἡμέραις
νεότητός σου, καὶ περιπάτει
ἐν ὁδοῖς καρδίας σου ἄμωμος
καὶ μὴ ἐν ὁράσει
ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι
ἐπὶ πᾶσι τούτοις ἄξει σε
ὁ Θεὸς ἐν κρίσει. 10 καὶ
ἀπόστησον θυμὸν ἀπὸ
καρδίας σου καὶ παράγαγε
πονηρίαν ἀπὸ σαρκός σου, ὅτι
ἡ νεότης καὶ ἡ ἄνοια
ματαιότης. |