ΕΣΘΗΡ
|
7 ΕΙΣΗΛΘΕ
δὲ ὁ βασιλεὺς καὶ ᾿Αμὰν
συμπιεῖν τῇ βασιλίσσῃ. 2
εἶπε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ
τῇ δευτέρᾳ ἡμέρᾳ ἐν
τῷ πότῳ· τί ἐστιν,
᾿Εσθὴρ βασίλισσα, καὶ τί
τὸ αἴτημά σου καὶ τί τὸ
ἀξιωμά σου; καὶ ἔστω σοι ἕως
ἡμίσους τῆς βασιλείας μου. 3
καὶ ἀποκριθεῖσα εἶπεν· εἰ
εὗρον χάριν
ἐνώπιον τοῦ βασιλέως,
δοθήτω ἡ ψυχὴ τῷ
αἰτήματί μου καὶ ὁ λαός
μου τῷ ἀξιώματί μου· 4
ἐπράθημεν γὰρ ἐγώ τε καὶ
ὁ λαός μου εἰς ἀπώλειαν
καὶ διαρπαγὴν καὶ δουλείαν,
ἡμεῖς καὶ τὰ τέκνα
ἡμῶν εἰς παῖδας καὶ
παιδίσκας, καὶ παρήκουσα· οὐ
γὰρ ἄξιος ὁ διάβολος τῆς
αὐλῆς τοῦ βασιλέως. 5 εἶπε
δὲ ὁ βασιλεύς· τίς οὗτος,
ὅστις ἐτόλμησε ποιῆσαι τὸ
πρᾶγμα τοῦτο; 6 εἶπε δὲ
᾿Εσθήρ· ἄνθρωπος ἐχθρὸς
᾿Αμάν, ὁ πονηρὸς οὗτος.
᾿Αμὰν δὲ ἐταράχθη ἀπὸ
τοῦ βασιλέως καὶ τῆς
βασιλίσσης. 7 ὁ δὲ βασιλεὺς
ἐξανέστη ἀπὸ τοῦ
συμποσίου εἰς τὸν κῆπον·
ὁ δὲ ᾿Αμὰν παρῃτεῖτο
τὴν βασίλισσαν, ἑώρα γὰρ
ἑαυτὸν ἐν κακοῖς ὄντα. 8
ἐπέστρεψε δὲ ὁ βασιλεὺς
ἐκ τοῦ κήπου, ᾿Αμάν δὲ
ἐπιπεπτώκει ἐπὶ τὴν
κλίνην ἀξιῶν τὴν βασίλισσαν.
εἶπε δὲ ὁ βασιλεύς· ὥστε
καὶ τὴν γυναῖκα βιάζῃ ἐν
τῇ οἰκίᾳ μου; ᾿Αμὰν δὲ
ἀκούσας διετράπη τῷ
προσώπῳ. 9 εἶπε δὲ Βουγαθὰν
εἷς τῶν εὐνούχων πρὸς τὸν
βασιλέα· ἰδοὺ καὶ ξύλον
ἡτοίμασεν ᾿Αμὰν
Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ
τοῦ βασιλέως, καὶ ὤρθωται ἐν
τοῖς ᾿Αμὰν ξύλον πηχῶν
πεντήκοντα. εἶπε δὲ ὁ
βασιλεύς· σταυρωθήτω ἐπ᾿
αὐτοῦ. 10 καὶ ἐκρεμάσθη
᾿Αμὰν ἐπὶ τοῦ ξύλου, ὃ
ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ
τότε ὁ βασιλεὺς ἐκόπασε
τοῦ θυμοῦ. |
