ΙΕΖΕΚΙΗΛ
15 ΚΑΙ
ἐγένετο λόγος Κυρίου πρός
με λέγων· 2 καὶ σύ, υἱὲ
ἀνθρώπου, τί ἂν γένοιτο
τὸ ξύλον τῆς ἀμπέλου ἐκ
πάντων τῶν ξύλων τῶν
κλημάτων τῶν ὄντων ἐν τοῖς
ξύλοις τοῦ δρυμοῦ; 3 εἰ
λήψονται ἐξ αὐτῆς ξύλον
τοῦ ποιῆσαι εἰς ἐργασίαν;
εἰ λήψονται ἐξ αὐτῆς
πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿
αὐτὸν πᾶν σκεῦος; 4 πάρεξ
πυρὶ δέδοται εἰς ἀνάλωσιν,
τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν
ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ
πῦρ, καὶ ἐκλείπει εἰς
τέλος· μὴ χρήσιμον ἔσται
εἰς ἐργασίαν; 5 οὐδὲ ἔτι
αὐτοῦ ὄντος ὁλοκλήρου
οὐκ ἔσται εἰς ἐργασίαν.
μὴ ὅτι ἐὰν καὶ πῦρ
αὐτὸ ἀναλώσῃ εἰς τέλος,
εἰ ἔτι ἔσται εἰς ἐργασίαν;
6 διὰ τοῦτο εἰπόν· τάδε
λέγει Κύριος· ὃν τρόπον
τὸ ξύλον τῆς ἀμπέλου ἐν
τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ
δέδωκα αὐτὸ πυρὶ εἰς
ἀνάλωσιν, οὕτως δέδωκα τοὺς
κατοικοῦντας ῾Ιερουσαλήμ. 7
καὶ δώσω τὸ πρόσωπόν μου
ἐπ᾿ αὐτούς· ἐκ τοῦ
πυρὸς ἐξελεύσονται, καὶ πῦρ
αὐτοὺς καταφάγεται, καὶ
ἐπιγνώσονται ὅτι ἐγὼ
Κύριος ἐν τῷ στηρίσαι με τὸ
πρόσωπόν μου ἐπ᾿ αὐτούς. 8
καὶ δώσω τὴν γῆν εἰς
ἀφανισμόν, ἀνθ᾿ ὧν
παρέπεσον παραπτώματι, λέγει
Κύριος. |