ΙΗΣΟΥΣ ΝΑΥΗ
12 ΚΑΙ
οὗτοι οἱ βασιλεῖς τῆς γῆς,
οὓς ἀνεῖλον οἱ υἱοὶ
᾿Ισραὴλ καὶ κατεκληρονόμησαν
τὴν γῆν αὐτῶν πέραν τοῦ
᾿Ιορδάνου ἀφ’ ἡλίου
ἀνατολῶν ἀπὸ φάραγγος
᾿Αρνῶν ἕως τοῦ ὄρους
᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν
῎Αραβα ἀπ’ ἀνατολῶν· 2
Σηὼν τὸν βασιλέα τῶν
᾿Αμορραίων, ὃς κατῴκει ἐν
᾿Εσεβὼν κυριεύων ἀπὸ
᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ
φάραγγι, κατὰ μέρος τῆς
φάραγγος, καὶ τὸ ἥμισυ τῆς
Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια
υἱῶν ᾿Αμμών, 3 καὶ ῎Αραβα
ἕως τῆς θαλάσσης Χενερὲθ κατ’
ἀνατολὰς καὶ ἕως τῆς
θαλάσσης ῎Αραβα, θάλασσαν τῶν
ἁλῶν ἀπὸ ἀνατολῶν,
ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ,
ἀπὸ Θαιμὰν τὴν ὑπὸ
᾿Ασηδὼθ Φασγά· 4 καὶ ῍Ωγ
βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ
τῶν γιγάντων ὁ κατοικῶν ἐν
᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5
ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν
καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν
τὴν γῆν Βασὰν ἕως ὁρίων
Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ
τὸ ἡμισυ Γαλαὰδ ὁρίων
Σηὼν βασιλέως ᾿Εσεβών. 6
Μωυσῆς ὁ παῖς Κυρίου καὶ
υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν
αὐτούς, καὶ ἔδωκεν αὐτὴν
Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν
καὶ Γὰδ καὶ τῷ ἡμίσει
φυλῆς Μανασσῇ. 7 Καὶ
οὗτοι οἱ βασιλεῖς τῶν
᾿Αμορραίων, οὓς ἀνεῖλεν
᾿Ιησοῦς καὶ υἱοὶ
᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ
᾿Ιορδάνου παρὰ θάλασσαν
Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ
Λιβάνου καὶ ἕως ὄρους τοῦ
Χελχὰ ἀναβαινόντων εἰς
Σηείρ, καὶ ἔδωκεν αὐτὴν
᾿Ιησοῦς ταῖς φυλαῖς
᾿Ισραὴλ κληρονομεῖν κατὰ
κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει
καὶ ἐν τῷ πεδίῳ καὶ ἐν
῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ
ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ,
τὸν Χετταῖον καὶ τὸν
᾿Αμορραῖον καὶ τὸν
Χαναναῖον καὶ τὸν Φερεζαῖον
καὶ τὸν Εὐαῖον καὶ τὸν
᾿Ιεβουσαῖον· 9 τὸν βασιλέα
῾Ιεριχὼ καὶ τὸν βασιλέα
τῆς Γαί, ἥ ἐστι πλησίον
Βαιθήλ, 10 βασιλέα ῾Ιερουσαλήμ,
βασιλέα Χεβρών, 11 βασιλέα
῾Ιεριμούθ, βασιλέα Λαχίς, 12
βασιλέα Αἰλάμ, βασιλέα
Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα
Γαδέρ, 14 βασιλέα ῾Ερμάθ,
βασιλέα ᾿Αράθ, 15 βασιλέα
Λεβνά, βασιλέα ᾿Οδολλάμ, 16
βασιλέα ᾿Ηλάθ, 17 βασιλέα
Ταφούγ, βασιλέα ᾿Οφέρ, 18-22
βασιλέα ᾿Αφὲκ τῆς Σαρών,
βασιλέα ᾿Ασώρ, βασιλέα
Συμοών, βασιλέα Μαρών, βασιλέα
᾿Αζίφ, βασιλέα Κάδης,
βασιλέα Τανάχ, βασιλέα Μαγεδών,
βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ,
23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ,
βασιλέα Γωΐμ τῆς Γαλιλαίας, 24
βασιλέα Θαρσά· πάντες οὗτοι
βασιλεῖς εἴκοσιν ἐννέα. |