ΙΩΗΛ
4 ΟΤΙ ἰδοὺ
ἐγὼ ἐν ταῖς ἡμέραις
ἐκείναις καὶ ἐν τῷ καιρῷ
ἐκείνῳ, ὅταν ἐπιστρέψω
τὴν αἰχμαλωσίαν ᾿Ιούδα
καὶ ῾Ιερουσαλήμ, 2 καὶ
συνάξω πάντα τὰ ἔθνη καὶ
κατάξω αὐτὰ εἰς τὴν
κοιλάδα ᾿Ιωσαφὰτ καὶ
διακριθήσομαι πρὸς αὐτοὺς
ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου
καὶ τῆς κληρονομίας μου
᾿Ισραήλ, οἳ διεσπάρησαν ἐν
τοῖς ἔθνεσι· καὶ τὴν γῆν
μου καταδιείλαντο 3 καὶ ἐπὶ
τὸν λαόν μου ἔβαλον κλήρους
καὶ ἔδωκαν τὰ παιδάρια
πόρναις καὶ τὰ κοράσια
ἐπώλουν ἀντὶ τοῦ οἴνου
καὶ ἔπινον. 4 καὶ τί ὑμεῖς
ἐμοί, Τύρος καὶ Σιδὼν καὶ
πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ
ἀνταπόδομα ὑμεῖς
ἀνταποδίδοτέ μοι; ἢ
μνησικακεῖτε ὑμεῖς ἐπ᾿
ἐμοὶ ὀξέως; καὶ ταχέως
ἀνταποδώσω τὸ ἀνταπόδομα
ὑμῶν εἰς κεφαλὰς ὑμῶν, 5
ἀνθ᾿ ὧν τὸ ἀργύριόν
μου καὶ τὸ χρυσίον μου
ἐλάβετε καὶ τὰ
ἐπίλεκτά μου τὰ καλὰ
εἰσηνέγκατε εἰς τοὺς ναοὺς
ὑμῶν 6 καὶ τοὺς υἱοὺς
᾿Ιούδα καὶ τοὺς υἱοὺς
῾Ιερουσαλὴμ ἀπέδοσε τοῖς
υἱοῖς τῶν ῾Ελλήνων, ὅπως
ἐξώσητε αὐτοὺς ἐκ τῶν
ὁρίων αὐτῶν. 7 καὶ ἰδοὺ
ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ
τοῦ τόπου, οὗ ἀπέδοσθε
αὐτοὺς ἐκεῖ, καὶ
ἀνταποδώσω τὸ ἀνταπόδομα
ὑμῶν εἰς κεφαλὰς ὑμῶν 8
καὶ ἀποδώσομαι τοὺς
υἱοὺς ὑμῶν καὶ τὰς
θυγατέρας ὑμῶν εἰς χεῖρας
τῶν υἱῶν ᾿Ιούδα, καὶ
ἀποδώσονται αὐτοὺς εἰς
αἰχμαλωσίαν εἰς ἔθνος
μακρὰν ἀπέχον, ὅτι Κύριος
ἐλάλησε. — 9 Κηρύξατε ταῦτα
ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε
πόλεμον, ἐξεγείρατε τούς
μαχητάς, προσαγάγετε καὶ
ἀναβαίνετε, πάντες ἄνδρες
πολεμισταί. 10 συγκόψατε τὰ
ἄροτρα ὑμῶν εἰς ρομφαίας
καὶ τὰ δρέπανα ὑμῶν εἰς
σειρομάστας· ὁ ἀδύνατος
λεγέτω ὅτι ἰσχύω ἐγώ. 11
συναθροίζεσθε καὶ
εἰσπορεύεσθε, πάντα τὰ ἔθνη
κυκλόθεν, καὶ συνάχθητε
ἐκεῖ· ὁ πρᾳΰς ἔστω
μαχητής. 12 ἐξεγειρέσθωσαν καὶ
ἀναβαινέτωσαν πάντα τὰ ἔθνη
εἰς τὴν κοιλάδα ᾿Ιωσαφάτ,
διότι ἐκεῖ καθιῶ τοῦ
διακρῖναι πάντα τὰ ἔθνη
κυκλόθεν. 13 ἐξαποστείλατε
δρέπανα, ὅτι παρέστηκεν ὁ
τρυγητός· εἰσπορεύεσθε,
πατεῖτε, διότι πλήρης ἡ
ληνός· ὑπερεκχεῖτε τὰ
ὑπολήνια, ὅτι πεπλήθυνται
τὰ κακὰ αὐτῶν. 14 ἦχοι
ἐξήχησαν ἐν τῇ κοιλάδι
τῆς δίκης, ὅτι ἐγγὺς
ἡμέρα Κυρίου ἐν τῇ
κοιλάδι τῆς δίκης. 15 ὁ ἥλιος
καὶ ἡ σελήνη συσκοτάσουσι,
καὶ οἱ ἀστέρες δύσουσι
φέγγος αὐτῶν. 16 ὁ δὲ
Κύριος ἐκ Σιὼν
ἀνακεκράξεται καὶ ἐξ
῾Ιερουσαλὴμ δώσει φωνὴν
αὐτοῦ, καὶ σεισθήσεται ὁ
οὐρανὸς καὶ ἡ γῆ· ὁ
δὲ Κύριος φείσεται τοῦ
λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει
τοὺς υἱοὺς ᾿Ισραήλ. 17 καὶ
ἐπιγνώσεσθε, διότι ἐγὼ
Κύριος ὁ Θεὸς ὑμῶν ὁ
κατασκηνῶν ἐν Σιὼν ὄρει
ἁγίῳ μου· καὶ ἔσται
῾Ιερουσαλὴμ ἁγία, καὶ
ἀλλογενεῖς οὐ διελεύσονται
δι᾿ αὐτῆς οὐκέτι. 18 καὶ
ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ἀποσταλάξει τὰ
ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ
ρυήσονται γάλα, καὶ πᾶσαι αἱ
ἀφέσεις ᾿Ιούδα ρυήσονται
ὕδατα, καὶ πηγὴ ἐξ οἴκου
Κυρίου ἐξελεύσεται καὶ
ποτιεῖ τὸν χειμάρρουν τῶν
σχοίνων. 19 Αἴγυπτος εἰς
ἀφανισμὸν ἔσται, καὶ ἡ
᾿Ιδουμαία εἰς πεδίον
ἀφανισμοῦ ἔσται ἐξ
ἀδικιῶν υἱῶν ᾿Ιούδα,
ἀνθ᾿ ὧν ἐξέχεαν αἷμα
δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20
ἡ δὲ ᾿Ιουδαία εἰς τὸν
αἰῶνα κατοικηθήσεται καὶ
῾Ιερουσαλὴμ εἰς γενεὰς
γενεῶν. 21 καὶ ἐκζητήσω τὸ
αἷμα αὐτῶν καὶ οὐ μὴ
ἀθωώσω, καὶ Κύριος
κατασκηνώσει ἐν Σιών. |