ΙΩΒ
25 ΥΠΟΛΑΒΩΝ
δὲ Βαλδὰδ ὁ Σαυχίτης
λέγει· 2 τί γὰρ προοίμιον
ἢ φόβος παρ᾿ αὐτοῦ ὁ
ποιῶν τὴν σύμπασαν ἐν
ὑψίστῳ; 3 μὴ γάρ τις
ὑπολάβοι ὅτι ἐστὶ
παρέκλυσις πειραταῖς, ἐπὶ
τίνας δὲ οὐκ ἐπελεύσεται
ἔνεδρα παρ᾿ αὐτοῦ; 4 πῶς
γὰρ ἔσται δίκαιος βροτὸς
ἔναντι Κυρίου; ἢ τίς ἂν
ἀποκαθαρίσαι αὐτὸν
γεννητὸς γυναικός; 5 εἰ
σελήνῃ συντάσσει, καὶ οὐκ
ἐπιφαύσκει, ἄστρα δὲ οὐ
καθαρὰ ἐναντίον αὐτοῦ. 6
ἔα δέ, ἄνθρωπος σαπρία καὶ
υἱὸς ἀνθρώπου σκώληξ. |