ΚΡΙΤΑΙ
12 ΚΑΙ
ἐβόησεν ἀνὴρ ᾿Εφραίμ,
καὶ παρῆλθαν εἰς βορρᾶν καὶ
εἶπαν πρὸς ᾿Ιεφθάε· διατὶ
παρῆλθες παρατάξασθαι ἐν
υἱοῖς ᾿Αμμὼν καὶ ἡμᾶς
οὐ κέκληκας πορευθῆναι μετὰ
σοῦ; τὸν οἶκόν σου
ἐμπρήσομεν ἐπὶ σὲ ἐν
πυρί. 2 καὶ εἶπε πρὸς
αὐτοὺς ᾿Ιεφθάε· ἀνὴρ
μαχητὴς ἤμην ἐγὼ καὶ ὁ
λαός μου, καὶ οἱ υἱοὶ
᾿Αμμὼν σφόδρα· καὶ
ἐβόησα ὑμᾶς, καὶ οὐκ
ἐσώσατέ με ἐκ χειρὸς
αὐτῶν. 3 καὶ εἶδον ὅτι οὐκ
εἶ σωτήρ, καὶ ἔθηκα τὴν
ψυχήν μου ἐν χειρί μου καὶ
παρῆλθον πρὸς υἱοὺς
᾿Αμμών, καὶ ἔδωκεν αὐτοὺς
Κύριος ἐν χειρί μου· καὶ
εἰς τί ἀνέβητε ἐπ᾿
ἐμὲ ἐν τῇ ἡμέρᾳ
ταύτῃ παρατάξασθαι ἐν
ἐμοί; 4 καὶ συνέστρεψεν
᾿Ιεφθάε πάντας τοὺς ἄνδρας
Γαλαὰδ καὶ παρετάξατο τῷ
᾿Εφραίμ, καὶ ἐπάταξαν
ἄνδρες Γαλαὰδ τὸν ᾿Εφραίμ,
ὅτι εἶπαν, οἱ διασωζόμενοι
τοῦ ᾿Εφραὶμ ἡμεῖς, Γαλαὰδ
ἐν μέσῳ τοῦ ᾿Εφραὶμ
καὶ ἐν μέσῳ τοῦ Μανασσῆ. 5
καὶ προκατελάβετο Γαλαὰδ τὰς
διαβάσεις τοῦ ᾿Ιορδάνου τοῦ
᾿Εφραίμ, καὶ εἶπαν αὐτοῖς
οἱ διασωζόμενοι ᾿Εφραίμ·
διαβῶμεν, καὶ εἶπαν αὐτοῖς
οἱ ἄνδρες Γαλαάδ· μὴ
᾿Εφραθίτης εἶ; καὶ εἶπεν·
οὔ. 6 καὶ εἶπαν αὐτῷ·
εἶπον δὴ Στάχυς· καὶ οὐ
κατεύθυνε τοῦ λαλῆσαι οὕτως.
καὶ ἐπελάβοντο αὐτοῦ, καὶ
ἔθυσαν αὐτὸν πρὸς τὰς
διαβάσεις τοῦ ᾿Ιορδάνου,
καὶ ἔπεσαν ἐν τῷ καιρῷ
ἐκείνῳ ἀπὸ ᾿Εφραὶμ
δύο καὶ τεσσαράκοντα χιλιάδες.
7 καὶ ἔκρινεν ᾿Ιεφθάε τὸν
᾿Ισραὴλ ἓξ ἔτη. καὶ
ἀπέθανεν ᾿Ιεφθάε ὁ
Γαλααδίτης, καὶ ἐτάφη ἐν
πόλει αὐτοῦ Γαλαάδ. 8 Καὶ
ἔκρινε μετ᾿ αὐτὸν τὸν
᾿Ισραὴλ ᾿Αβαισσὰν ἀπὸ
Βαιθλεέμ. 9 καὶ ἦσαν αὐτῷ
τριάκοντα υἱοὶ καὶ
τριάκοντα θυγατέρες, ἃς
ἐξαπέστειλεν ἔξω, καὶ
τριάκοντα θυγατέρας εἰσήνεγκε
τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν.
καὶ ἔκρινε τὸν ᾿Ισραὴλ
ἑπτὰ ἔτη. 10 καὶ ἀπέθανεν
᾿Αβαισσὰν καὶ ἐτάφη ἐν
Βαιθλεέμ. 11 καὶ ἔκρινε μετ᾿
αὐτὸν τὸν ᾿Ισραὴλ
Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα
ἔτη. 12 καὶ ἀπέθανεν Αἰλὼμ
ὁ Ζαβουλωνίτης καὶ ἐτάφη
ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών. 13
καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν
᾿Ισραὴλ ᾿Αβδὼν υἱὸς
᾿Ελλὴλ ὁ Φαραθωνίτης. 14 καὶ
ἦσαν αὐτῷ τεσσαράκοντα
υἱοὶ καὶ τριάκοντα υἱῶν
υἱοὶ ἐπιβαίνοντες ἐπὶ
ἑβδομήκοντα πώλους. καὶ
ἔκρινε τὸν ᾿Ισραὴλ ὀκτὼ
ἔτη. 15 καὶ ἀπέθανεν
᾿Αβδὼν υἱὸς ᾿Ελλὴλ ὁ
Φαραθωνίτης καὶ ἐτάφη ἐν
Φαραθὼν ἐν γῇ ᾿Εφραὶμ ἐν
ὄρει τοῦ ᾿Αμαλήκ. |