ΜΑΛΑΧΙΑΣ
4 ΔΙΟΤΙ
ἰδοὺ ἡμέρα Κυρίου
ἔρχεται καιομένη ὡς κλίβανος
καὶ φλέξει αὐτούς, καὶ
ἔσονται πάντες οἱ
ἀλλογενεῖς καὶ πάντες οἱ
ποιοῦντες ἄνομα καλάμη, καὶ
ἀνάψει αὐτοὺς ἡ ἡμέρα
ἡ ἐρχομένη, λέγει Κύριος
παντοκράτωρ, καὶ οὐ μὴ
ὑπολειφθῇ ἐξ αὐτῶν ρίζα
οὐδὲ κλῆμα. 2 καὶ ἀνατελεῖ
ὑμῖν τοῖς φοβουμένοις τὸ
ὄνομά μου ἥλιος δικαιοσύνης
καὶ ἴασις ἐν ταῖς πτέρυξιν
αὐτοῦ, καὶ ἐξελεύσεσθε
καὶ σκιρτήσετε ὡς μοσχάρια
ἐκ δεσμῶν ἀνειμένα. 3 καὶ
καταπατήσετε ἀνόμους, διότι
ἔσονται σποδὸς ὑποκάτω τῶν
ποδῶν ὑμῶν ἐν τῇ
ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ,
λέγει Κύριος παντοκράτωρ. 4 καὶ
ἰδοὺ ἐγὼ ἀποστελῶ
ὑμῖν ᾿Ηλίαν τὸν Θεσβίτην,
πρὶν ἢ ἐλθεῖν τὴν
ἡμέραν Κυρίου τὴν μεγάλην
καὶ ἐπιφανῆ, 5 ὃς
ἀποκαταστήσει καρδίαν πατρὸς
πρὸς υἱὸν καὶ καρδίαν
ἀνθρώπου πρὸς τὸν πλησίον
αὐτοῦ, μὴ ἐλθὼν πατάξω
τὴν γῆν ἄρδην. 6 μνήσθητι
νόμου Μωσῆ τοῦ δούλου μου,
καθότι ἐνετειλάμην αὐτῷ
ἐν Χωρὴβ πρὸς πάντα τὸν
᾿Ισραὴλ προστάγματα καὶ
δικαιώματα. |