ΝΕΕΜΙΑΣ
2 11 Καὶ
ἦλθον εἰς ῾Ιερουσαλὴμ καὶ
ἤμην ἐκεῖ ἡμέρας τρεῖς. 12
καὶ ἀνέστην νυκτὸς ἐγὼ
καὶ ἄνδρες ὀλίγοι μετ’
ἐμοῦ· καὶ οὐκ
ἀπήγγειλα ἀνθρώπῳ τί ὁ
Θεὸς δίδωσιν εἰς καρδίαν μου
τοῦ ποιῆσαι μετὰ τοῦ
᾿Ισραήλ, καὶ κτῆνος οὐκ
ἔστι μετ’ ἐμοῦ, εἰ μὴ τὸ
κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω
ἐπ’ αὐτῷ. 13 καὶ ἐξῆλθον
ἐν πύλῃ τοῦ Γωληλὰ καὶ
πρὸς στόμα πηγῆς τῶν συκῶν
καὶ εἰς πύλην τῆς κοπρίας
καὶ ἤμην συντρίβων ἐν τῷ
τείχει ῾Ιερουσαλήμ, ὃ
αὐτοὶ καθαιροῦσι καὶ πύλαι
αὐτῆς κατεβρώθησαν πυρί. 14
καὶ παρῆλθον ἐπὶ πύλην
τοῦ ᾿Αΐν καὶ εἰς
κολυμβήθραν τοῦ βασιλέως, καὶ
οὐκ ἦν τόπος τῷ κτήνει
παρελθεῖν ὑποκάτω μου. 15 καὶ
ἤμην ἀναβαίνων ἐν τῷ
τείχει χειμάρρου νυκτὸς καὶ
ἤμην συντρίβων ἐν τῷ τείχει,
καὶ ἤμην ἐν πύλῃ τῆς
φάραγγος καὶ ἐπέστρεψα. 16
τότε οἱ φυλάσσοντες οὐκ
ἔγνωσαν τί ἐπορεύθην καὶ
τί ἐγὼ ποιῶ, καὶ τοῖς
᾿Ιουδαίοις καὶ τοῖς
ἱερεῦσι καὶ τοῖς
ἐντίμοις καὶ τοῖς
στρατηγοῖς καὶ τοῖς
καταλοίποις τοῖς ποιοῦσι τὰ
ἔργα, ἕως τότε οὐκ
ἀπήγγειλα. 17 καὶ εἶπα πρὸς
αὐτούς· ὑμεῖς βλέπετε
τὴν πονηρίαν ταύτην, ἐν ᾗ
ἐσμεν ἐν αὐτῇ, πῶς
῾Ιερουσαλὴμ ἔρημος καὶ αἱ
πύλαι αὐτῆς ἐδόθησαν
πυρί· δεῦτε καὶ
διοικοδομήσωμεν τὸ τεῖχος
῾Ιερουσαλήμ, καὶ οὐκ
ἐσόμεθα ἔτι ὄνειδος. 18 καὶ
ἀπήγγειλα αὐτοῖς τὴν
χεῖρα τοῦ Θεοῦ, ἥ ἐστιν
ἀγαθὴ ἐπ’ ἐμέ, καὶ
τοὺς λόγους τοῦ βασιλέως,
οὓς εἶπέ μοι, καὶ εἶπα·
ἀναστῶμεν καὶ
οἰκοδομήσωμεν. καὶ
ἐκραταιώθησαν αἱ χεῖρες
αὐτῶν εἰς τὸ ἀγαθόν. 19
καὶ ἤκουσε Σαναβαλλὰτ ὁ
᾿Αρωνὶ καὶ Τωβία ὁ δοῦλος
ὁ ᾿Αμμωνὶ καὶ Γησὰμ ὁ
᾿Αραβὶ καὶ ἐξεγέλασαν
ἡμᾶς καὶ ἦλθον ἐφ’
ἡμᾶς καὶ εἶπαν· τί τὸ
ρῆμα τοῦτο, ὃ ὑμεῖς
ποιεῖτε; ᾖ ἐπὶ τὸν
βασιλέα ὑμεῖς ἀποστατεῖτε;
20 καὶ ἐπέστρεψα αὐτοῖς
λόγον καὶ εἶπα αὐτοῖς·
ὁ Θεὸς τοῦ οὐρανοῦ,
αὐτὸς εὐοδώσει ἡμῖν,
καὶ ἡμεῖς δοῦλοι αὐτοῦ
καθαροί, καὶ οἰκοδομήσομεν·
καὶ ὑμῖν οὐκ ἔστι μερὶς
καὶ δικαιοσύνη καὶ μνημόσυνον
ἐν ῾Ιερουσαλήμ. |