ΤΩΒΙΤ
9 ΚΑΙ
ἐκάλεσε Τωβίας τὸν Ραφαὴλ
καὶ εἶπεν αὐτῷ· 2
᾿Αζαρία ἀδελφέ, λάβε μετὰ
σεαυτοῦ παῖδα καὶ δύο
καμήλους καὶ πορεύθητι ἐν
Ράγοις τῆς Μηδίας παρὰ
Γαβαὴλ καὶ κόμισαί μοι τὸ
ἀργύριον καὶ αὐτὸν ἄγε
μοι εἰς τὸν γάμον· 3 διότι
ὠμόμοκε Ραγουὴλ μὴ
ἐξελθεῖν με, 4 καὶ ὁ πατήρ
μου ἀριθμεῖ τὰς ἡμέρας,
καὶ ἐὰν χρονίσω μέγα,
ὀδυνηθήσεται λίαν. 5 καὶ
ἐπορεύθη Ραφαὴλ καὶ
ηὐλίσθη παρὰ Γαβαήλ, καὶ
ἔδωκεν αὐτῷ τὸ
χειρόγραφον· ὃς δὲ
προήνεγκε τὰ θυλάκια ἐν
ταῖς σφαγῖσι καὶ ἔδωκεν
αὐτῷ. 6 καὶ ὤρθρευσαν κοινῶς
καὶ ἦλθον εἰς τὸν γάμον.
καὶ εὐλόγησε Τωβίας τὴν
γυναῖκα αὐτοῦ. |