ΒΑΣΙΛΕΙΩΝ Γ΄
4 ΚΑΙ ἦν
ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων
ἐπὶ ᾿Ισραήλ. 2 καὶ οὗτοι
ἄρχοντες οἳ ἦσαν αὐτῷ.
᾿Αζαρίας υἱὸς Σαδὼκ 3 καὶ
᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ
υἱὸς Σαβὰ γραμματεῖς. καὶ
᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ
ἀναμιμνήσκων 4 καὶ Βαναίας
υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς
δυνάμεως καὶ Σαδὼκ καὶ
᾿Αβιάθαρ ἱερεῖς 5 καὶ
᾿Ορνία υἱὸς Νάθαν ἐπὶ
τῶν καθεσταμένων καὶ Ζαβούθ
υἱὸς Νάθαν ἑταῖρος τοῦ
βασιλέως 6 καὶ ᾿Αχιὴλ ἦν
οἰκονόμος καὶ ᾿Ελιὰβ
υἱὸς Σὰφ ἐπὶ τῆς
πατριᾶς καὶ ᾿Αδωνιρὰμ
υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν
φόρων. 7 καὶ τῷ Σαλωμὼν
δώδεκα καθεσταμένοι ἐπὶ
πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ
βασιλεῖ καὶ τῷ οἴκῳ
αὐτοῦ· μῆνα ἐν τῷ
ἐνιαυτῷ ἐγίνετο ἐπὶ
τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα
τὰ ὀνόματα αὐτῶν·
Βενὼρ ἐν ὄρει ᾿Εφραίμ,
εἷς· 9 υἱὸς Δακὰρ ἐν
Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ
Βαιθσαμὺς καὶ Αἰλὼν ἕως
Βηθανάν, εἷς· 10 υἱὸς
᾿Εσδὶ ἐν ᾿Αραβώθ,
αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ
γῆ ᾿Οφέρ· 11 Χαναδὰβ καὶ
᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ,
θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ
εἰς γυναῖκα, εἷς· 12 Βαανὰ
υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ
Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος
Σὰν ὁ παρὰ Σεσαθὰν
ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ
ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ,
ἕως Μαεβὲρ Λουκάμ, εἷς· 13
υἱὸς Γαβὲρ ἐν Ρεμὰθ
Γαλαάδ, τούτῳ σχοίνισμα
᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν,
ἑξήκοντα πόλεις μεγάλαι
τειχήρεις καὶ μοχλοὶ χαλκοῖ,
εἷς· 14 ᾿Αχιναδὰβ υἱὸς
Σαδδὼ Μααναΐμ, εἷς· 15
᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ
οὗτος ἔλαβε τὴν Βασεμμὰθ
θυγατέρα Σαλωμὼν εἰς γυναῖκα,
εἷς· 16 Βαανᾶ υἱὸς Χουσὶ
ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ,
εἷς· 17 Σαμαὰ υἱὸς ᾿Ηλὰ
ἐν τῷ Βενιαμίν· 18 Γαβὲρ
υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ
Γάδ, καὶ Σηὼν βασιλέως τοῦ
᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως
τοῦ Βασάν· καὶ νασὶφ εἷς
ἐν γῇ ᾿Ιούδα· 19
᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ
ἐν ᾿Ισσάχαρ.* —————————————— * 20
Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ
πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ
τῆς θαλάσσης εἰς πλῆθος
ἔσθοντες καὶ πίνοντες καὶ
εὐφραινόμενοι. |