ΖΑΧΑΡΙΑΣ
12 ΛΗΜΜΑ
λόγου Κυρίου ἐπὶ τὸν
᾿Ισραήλ· λέγει Κύριος
ἐκτείνων οὐρανὸν καὶ
θεμελιῶν γῆν καὶ πλάσσων
πνεῦμα ἀνθρώπου ἐν
αὐτῷ· 2 ἰδοὺ ἐγὼ
τίθημι τὴν ῾Ιερουσαλὴμ ὡς
πρόθυρα σαλευόμενα πᾶσι τοῖς
λαοῖς κύκλῳ, καὶ ἐν τῇ
᾿Ιουδαίᾳ ἔσται περιοχὴ
ἐπὶ ῾Ιερουσαλήμ. 3 καὶ
ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ θήσομαι τὴν
῾Ιερουσαλὴμ λίθον
καταπατούμενον πᾶσι τοῖς
ἔθνεσι· πᾶς ὁ καταπατῶν
αὐτὴν ἐμπαίζων
ἐμπαίξεται, καὶ
ἐπισυναχθήσονται ἐπ᾿
αὐτὴν πάντα τὰ ἔθνη τῆς
γῆς. 4 ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, λέγει Κύριος
παντοκράτωρ, πατάξω πάντα
ἵππον ἐν ἐκστάσει καὶ τὸν
ἀναβάτην αὐτοῦ ἐν
παραφρονήσει, ἐπὶ δὲ τὸν
οἶκον ᾿Ιούδα διανοίξω τοὺς
ὀφθαλμούς μου καὶ πάντας
τοὺς ἵππους τῶν λαῶν πατάξω
ἐν ἀποτυφλώσει. 5 καὶ
ἐροῦσιν οἱ χιλίαρχοι
᾿Ιούδα ἐν ταῖς καρδίαις
αὐτῶν· εὑρήσομεν
ἑαυτοῖς τοὺς κατοικοῦντας
῾Ιερουσαλὴμ ἐν Κυρίῳ
παντοκράτορι Θεῷ αὐτῶν. 6 ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ
θήσομαι τοὺς χιλιάρχους
᾿Ιούδα ὡς δαλόν πυρὸς ἐν
ξύλοις καὶ ὡς λαμπάδα πυρὸς
ἐν καλάμῃ, καὶ καταφάγονται
ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων
πάντας τοὺς λαοὺς κυκλόθεν,
καὶ κατοικήσει ῾Ιερουσαλὴμ
ἔτι καθ᾿ ἑαυτὴν ἐν
῾Ιερουσαλήμ. 7 καὶ σώσει
Κύριος τὰ σκηνώματα ᾿Ιούδα
καθὼς ἀπ᾿ ἀρχῆς, ὅπως
μὴ μεγαλύνηται καύχημα οἴκου
Δαυὶδ καὶ ἔπαρσις τῶν
κατοικούντων ῾Ιερουσαλὴμ
ἐπὶ τὸν ᾿Ιούδα. 8 καὶ
ἔσται ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ὑπερασπιεῖ Κύριος
ὑπὲρ τῶν κατοικούντων
῾Ιερουσαλήμ, καὶ ἔσται ὁ
ἀσθενῶν ἐν αὐτοῖς ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ ὡς
οἶκος Δαυίδ, ὁ δὲ οἶκος
Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς
ἄγγελος Κυρίου ἐνώπιον
αὐτῶν. 9 καὶ ἔσται ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ ζητήσω
τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη
τὰ ἐρχόμενα ἐπὶ
῾Ιερουσαλήμ. 10 καὶ ἐκχεῶ
ἐπὶ τὸν οἶκον Δαυὶδ καὶ
ἐπὶ τοὺς κατοικοῦντας
῾Ιερουσαλὴμ πνεῦμα χάριτος
καὶ οἰκτιρμοῦ, καὶ
ἐπιβλέψονται πρός με ἀνθ᾿
ὧν κατωρχήσαντο καὶ κόψονται
ἐπ᾿ αὐτὸν κοπετόν, ὡς
ἐπ᾿ ἀγαπητῷ, καὶ
ὀδυνηθήσονται ὀδύνην ὡς
ἐπὶ τῷ πρωτοτόκῳ. 11 ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ
μεγαλυνθήσεται ὁ κοπετὸς ἐν
῾Ιερουσαλὴμ ὡς κοπετὸς
ροῶνος ἐν πεδίῳ
ἐκκοπτομένου, 12 καὶ κόψεται
ἡ γῆ κατὰ φυλὰς φυλάς·
φυλὴ οἴκου Δαυὶδ καθ᾿
ἑαυτὴν καὶ αἱ γυναῖκες
αὐτῶν καθ᾿ ἑαυτάς, φυλὴ
οἴκου Νάθαν καθ᾿ ἑαυτὴν
καὶ αἱ γυναῖκες αὐτῶν
καθ᾿ ἑαυτάς, 13 φυλὴ οἴκου
Λευὶ καθ᾿ ἑαυτὴν καὶ αἱ
γυναῖκες αὐτῶν καθ᾿
ἑαυτάς, φυλὴ τοῦ Συμεὼν
καθ᾿ ἑαυτὴν καὶ αἱ
γυναῖκες αὐτῶν καθ᾿
ἑαυτάς· 14 πᾶσαι αἱ
ὑπολελειμμέναι φυλαί, φυλὴ
καθ᾿ ἑαυτὴν καὶ αἱ
γυναῖκες αὐτῶν καθ᾿
ἑαυτάς. |