ΑΣΜΑ ΑΣΜΑΤΩΝ
3 ΕΠΙ κοίτην
μου ἐν νυξὶν ἐζήτησα ὃν
ἠγάπησεν ἡ ψυχή μου·
ἐζήτησα αὐτὸν καὶ οὐχ
εὗρον αὐτόν· ἐκάλεσα
αὐτόν, καὶ οὐχ
ὑπήκουσέ μου. 2 ἀναστήσομαι
δὴ καὶ κυκλώσω ἐν τῇ
πόλει, ἐν ταῖς ἀγοραῖς
καὶ ἐν ταῖς πλατείαις, καὶ
ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή
μου. ἐζήτησα αὐτὸν καὶ
οὐχ εὗρον αὐτόν. 3 εὕροσάν
με οἱ τηροῦντες, οἱ κυκλοῦντες
ἐν τῇ πόλει. μὴ ὃν
ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 4
ὡς μικρὸν ὅτε παρῆλθον
ἀπ᾿ αὐτῶν, ἕως οὗ εὗρον
ὃν ἠγάπησεν ἡ ψυχή μου·
ἐκράτησα αὐτὸν καὶ οὐκ
ἀφῆκα αὐτόν, ἕως οὗ
εἰσήγαγον αὐτὸν εἰς
οἶκον μητρός μου καὶ εἰς
ταμιεῖον τῆς συλλαβούσης με. 5
ὥρκισα ὑμᾶς, θυγατέρες
῾Ιερουσαλήμ, ἐν ταῖς
δυνάμεσι καὶ ἐν ταῖς
ἰσχύσεσι τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ
ἐξεγείρητε τὴν ἀγάπην,
ἕως ἂν θελήσῃ. 6 Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; 7 ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν ᾿Ισραήλ, 8 πάντες κατέχοντες ρομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ρομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί. 9 φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου· 10 στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων ῾Ιερουσαλήμ. 11 θυγατέρες Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. |