ΑΣΜΑ ΑΣΜΑΤΩΝ
7 ΕΠΙΣΤΡΕΦΕ,
ἐπίστρεφε, ἡ Σουλαμῖτις·
ἐπίστρεφε, ἐπίστρεφε, καὶ
ὀψόμεθα ἐν σοί, τί ὄψεσθε
ἐν τῇ Σουλαμίτιδι; ἡ
ἐρχομένη ὡς χοροὶ τῶν
παρεμβολῶν. 2 ὡραιώθησαν
διαβήματά σου ἐν
ὑποδήμασί σου, θύγατερ
Ναδάβ· ρυθμοὶ μηρῶν ὅμοιοι
ὁρμίσκοις, ἔργον τεχνίτου· 3
ὀμφαλός σου κρατὴρ τορευτὸς
μὴ ὑστερούμενος κράμα·
κοιλία σου θημωνία σίτου
πεφραγμένη ἐν κρίνοις· 4 δύο
μαστοί σου, ὡς δύο νεβροὶ
δίδυμοι δορκάδος· 5 ὁ
τράχηλός σου ὡς πύργος
ἐλεφάντινος· οἱ ὀφθαλμοί
σου ὡς λίμναι ἐν ᾿Εσεβών,
ἐν πύλαις θυγατρὸς πολλῶν·
μυκτήρ σου ὡς πύργος τοῦ
Λιβάνου σκοπεύων πρόσωπον
Δαμασκοῦ· 6 κεφαλή σου ἐπὶ
σὲ ὡς Κάρμηλος, καὶ πλόκιον
κεφαλῆς σου ὡς πορφύρα,
βασιλεὺς δεδεμένος ἐν
παραδρομαῖς. 7 τί ὡραιώθης
καὶ τὶ ἡδύνθης ἀγάπη,
ἐν τρυφαῖς σου; 8 τοῦτο
μέγεθός σου, ὡμοιώθης τῷ
φοίνικι καὶ οἱ μαστοί σου
τοῖς βότρυσιν. 9 εἶπα·
ἀναβήσομαι ἐπὶ τῷ
φοίνικι, κρατήσω τῶν ὕψεων
αὐτοῦ, καὶ ἔσονται δὴ
μαστοί σου ὡς βότρυες τῆς
ἀμπέλου καὶ ὀσμὴ ρινός
σου ὡς μῆλα 10 καὶ ὁ λάρυγξ
σου ὡς οἶνος ὁ ἀγαθός,
πορευόμενος τῷ ἀδελφιδῷ μου
εἰς εὐθύτητα, ἱκανούμενος
χείλεσί μου καὶ ὀδοῦσιν. 11
᾿Εγὼ τῷ ἀδελφιδῷ μου, καὶ
ἐπ᾿ ἐμὲ ἡ ἐπιστροφὴ
αὐτοῦ. 12 ἐλθέ, ἀδελφιδέ
μου, ἐξέλθωμεν εἰς ἀγρόν,
αὐλισθῶμεν ἐν κώμαις· 13
ὀρθρίσωμεν εἰς ἀμπελῶνας,
ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος,
ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν
αἱ ροαί· ἐκεῖ δώσω τοὺς
μαστούς μου σοί. 14 οἱ μανδραγόραι
ἔδωκαν ὀσμήν, καὶ ἐπὶ
θύραις ἡμῶν πάντα
ἀκρόδρυα, νέα πρὸς παλαιά,
ἀδελφιδέ μου, ἐτήρησά σοι. |