ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
17 ΚΑΙ
ἐβασίλευσεν ᾿Ιωσαφὰτ
υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ,
καὶ κατίσχυσεν ᾿Ιωσαφὰτ
ἐπὶ τὸν ᾿Ισραήλ. 2 καὶ
ἔδωκε δύναμιν ἐν πάσαις
ταῖς πόλεσιν ᾿Ιούδα ταῖς
ὀχυραῖς καὶ κατέστησεν
ἡγουμένους ἐν πάσαις ταῖς
πόλεσιν ᾿Ιούδα καὶ ἐν
πόλεσιν ᾿Εφραίμ, ἃς
προκατελάβετο ᾿Ασὰ ὁ πατὴρ
αὐτοῦ. 3 καὶ ἐγένετο
Κύριος μετὰ ᾿Ιωσαφάτ, ὅτι
ἐπορεύθη ἐν ὁδοῖς τοῦ
πατρὸς αὐτοῦ ταῖς πρώταις
καὶ οὐκ ἐξεζήτησε τὰ
εἴδωλα, 4 ἀλλὰ Κύριον τὸν
Θεὸν τοῦ πατρὸς αὐτοῦ
ἐξεζήτησε καὶ ἐν ταῖς
ἐντολαῖς τοῦ πατρὸς
αὐτοῦ ἐπορεύθη, καὶ οὐχ
ὡς τὰ ἔργα τοῦ ᾿Ισραήλ. 5
καὶ κατεύθυνε Κύριος τὴν
βασιλείαν ἐν χειρὶ αὐτοῦ,
καὶ ἔδωκε πᾶς ᾿Ιούδα δῶρα
τῷ ᾿Ιωσαφάτ, καὶ ἐγένετο
αὐτῷ πλοῦτος καὶ δόξα
πολλή. 6 καὶ ὑψώθη ἡ
καρδία αὐτοῦ ἐν ὁδῷ
Κυρίου, καὶ ἔτι εξῇρε τὰ
ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ
τῆς γῆς ᾿Ιούδα. 7 καὶ ἐν
τῷ τρίτῳ ἔτει τῆς
βασιλείας αὐτοῦ ἀπέστειλε
τοὺς ἡγουμένους αὐτοῦ
καὶ τοὺς υἱοὺς τῶν
δυνατῶν, τὸν ᾿Αβδίαν καὶ
Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ
Μιχαίαν, τοῦ διδάσκειν ἐν
πόλεσιν ᾿Ιούδα· 8 καὶ μετ’
αὐτῶν οἱ Λευῖται Σαμαίας
καὶ Ναθανίας καὶ Ζαβδίας
καὶ ᾿Ασιὴλ καὶ Σεμιραμὼθ
καὶ ᾿Ιωνάθαν καὶ
᾿Αδωνίας καὶ Τωβίας, οἱ
Λευῖται, καὶ μετ’ αὐτῶν
᾿Ελισαμὰ καὶ ᾿Ιωρὰμ οἱ
ἱερεῖς, 9 καὶ ἐδίδασκον ἐν
᾿Ιούδᾳ, καὶ μετ’ αὐτῶν
βίβλος νόμου Κυρίου, καὶ
διῆλθον ἐν ταῖς πόλεσιν
᾿Ιούδα καὶ ἐδίδασκον τὸν
λαόν. 10 καὶ ἐγένετο ἔκστασις
Κυρίου ἐπὶ πάσαις ταῖς
βασιλείαις τῆς γῆς κύκλῳ
᾿Ιούδα, καὶ οὐκ ἐπολέμουν
πρὸς ᾿Ιωσαφάτ· 11 καὶ
ἀπὸ τῶν ἀλλοφύλων ἔφερον
τῷ ᾿Ιωσαφὰτ δῶρα καὶ
ἀργύριον καὶ δόματα, καὶ
οἱ ῎Αραβες ἔφερον αὐτῷ
κριοὺς προβάτων
ἑπτακισχιλίους ἑπτακοσίους. 12
καὶ ἦν ᾿Ιωσαφὰτ πορευόμενος
μείζων ἕως εἰς ὕψος καὶ
ᾠκοδόμησεν ἐν τῇ
᾿Ιουδαίᾳ οἰκήσεις καὶ
πόλεις ὀχυράς. 13 καὶ ἔργα
πολλὰ ἐγένετο αὐτῷ ἐν
τῇ ᾿Ιουδαίᾳ καὶ ἄνδρες
πολεμισταὶ δυνατοὶ ἰσχύοντες
ἐν ῾Ιερουσαλήμ. 14 καὶ οὗτος
ὁ ἀριθμὸς αὐτῶν κατ’
οἴκους πατριῶν αὐτῶν· καὶ
τῷ ᾿Ιούδᾳ χιλίαρχοι,
῎Εδνας ὁ ἄρχων καὶ μετ’
αὐτοῦ υἱοὶ δυνατοὶ
δυνάμεως τριακόσιαι χιλιάδες·
15 καὶ μετ’ αὐτὸν ᾿Ιωανὰν
ὁ ἡγούμενος καὶ μετ’
αὐτοῦ διακόσιαι ὀγδοήκοντα
χιλιάδες· 16 καὶ μετ’ αὐτὸν
᾿Αμασίας ὁ τοῦ Ζαρί, ὁ
προθυμούμενος τῷ Κυρίῳ, καὶ
μετ’ αὐτοῦ διακόσιαι χιλιάδες
δυνατοὶ δυνάμεως. 17 καὶ ἐκ
τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως
᾿Ελιαδὰ καὶ μετ’ αὐτοῦ
τοξόται καὶ πελτασταὶ
διακόσιαι χιλιάδες. 18 καὶ μετ’
αὐτὸν ᾿Ιωζαβὰδ καὶ μετ’
αὐτοῦ ἑκατὸν ὀγδοήκοντα
χιλιάδες δυνατοὶ πολέμου. 19
οὗτοι οἱ λειτουργοῦντες τῷ
βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν
ὁ βασιλεὺς ἐν ταῖς πόλεσι
ταῖς ὀχυραῖς ἐν πάσῃ
τῇ ᾿Ιουδαίᾳ. |