ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
27 ΥΙΟΣ
εἴκοσι καὶ πέντε ἐτῶν
᾿Ιωάθαμ ἐν τῷ βασιλεῦσαι
αὐτὸν καὶ ἑκκαίδεκα ἔτη
ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ,
καὶ ὄνομα τῆς μητρὸς
αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ
Σαδώκ. 2 καὶ ἐποίησε τὸ
εὐθὲς ἐνώπιον Κυρίου
κατὰ πάντα, ἃ ἐποίησεν
᾿Οζίας ὁ πατὴρ αὐτοῦ,
ἀλλ’ οὐκ εἰσῆλθεν εἰς
τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ
λαὸς κατεφθείρετο. 3 αὐτὸς
ᾠκοδόμησε τὴν πύλην οἴκου
Κυρίου τὴν ὑψηλὴν καὶ ἐν
τείχει τοῦ ᾿Οφλὰ
ᾠκοδόμησε πολλά· καὶ
πόλεις ᾠκοδόμησεν 4 ἐν ὄρει
᾿Ιούδα καὶ ἐν τοῖς
δρυμοῖς καὶ οἰκήσεις καὶ
πύργους. 5 αὐτὸς ἐμαχέσατο
πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν
καὶ κατίσχυσεν ἐπ’
αὐτόν· καὶ ἐδίδουν
αὐτῷ οἱ υἱοὶ ᾿Αμμὼν
καὶ κατ’ ἐνιαυτὸν ἑκατὸν
τάλαντα ἀργυρίου καὶ δέκα
χιλιάδας κόρων πυροῦ καὶ
κριθῶν δέκα χιλιάδας· ταῦτα
ἔφερεν αὐτῷ βασιλεὺς
υἱῶν ᾿Αμμὼν κατ’
ἐνιαυτὸν ἐν τῷ πρώτῳ
ἔτει καὶ ἐν τῷ δευτέρῳ
καὶ τῷ τρίτῳ. 6 καὶ
κατίσχυσεν ᾿Ιωάθαμ, ὅτι
ἡτοίμασε τὰς ὁδοὺς
αὐτοῦ ἐναντίον Κυρίου
Θεοῦ αὐτοῦ. 7 καὶ οἱ
λοιποὶ λόγοι ᾿Ιωάθαμ καὶ
ὁ πόλεμος καὶ αἱ πράξεις
αὐτοῦ ἰδοὺ γεγραμμέναι
ἐπὶ βιβλίῳ βασιλέων
᾿Ιούδα καὶ ᾿Ισραήλ. 9 καὶ
ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ
τῶν πατέρων αὐτοῦ καὶ
ἐτάφη ἐν πόλει Δαυίδ, καὶ
ἐβασίλευσεν ῎Αχαζ υἱὸς
αὐτοῦ ἀντ’ αὐτοῦ. |