ΒΑΣΙΛΕΙΩΝ Α΄
|
4 ΚΑΙ
ἐγενήθη ἐν ταῖς ἡμέραις
ἐκείναις καὶ συναθροίζονται
ἀλλόφυλοι ἐπὶ ᾿Ισραὴλ
εἰς πόλεμον· καὶ ἐξῆλθεν
᾿Ισραὴλ εἰς ἀπάντησιν
αὐτοῖς εἰς πόλεμον καὶ
παρεμβάλλουσιν ἐπὶ
᾿Αβενέζερ, καὶ οἱ
ἀλλόφυλοι παρεμβάλλουσιν ἐν
᾿Αφέκ. 2 καὶ παρατάσσονται
ἀλλόφυλοι εἰς πόλεμον
ἐπὶ ᾿Ισραήλ· καὶ
ἔκλινεν ὁ πόλεμος, καὶ
ἔπταισεν ἀνὴρ ᾿Ισραὴλ
ἐνώπιον ἀλλοφύλων, καὶ
ἐπλήγησαν ἐν τῇ παρατάξει
ἐν ἀγρῷ τέσσαρες χιλιάδες
ἀνδρῶν. 3 καὶ ἦλθεν ὁ λαὸς
εἰς τὴν παρεμβολήν, καὶ
εἶπαν οἱ πρεσβύτεροι
᾿Ισραήλ· κατὰ τί ἔπταισεν
ἡμᾶς Κύριος σήμερον
ἐνώπιον ἀλλοφύλων; λάβωμεν
τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν
ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ
μέσου ἡμῶν, καὶ σώσει
ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν
ἡμῶν. 4 καὶ ἀπέστειλεν ὁ
λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν
ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου
καθημένου Χερουβίμ· καὶ
ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ
μετὰ τῆς κιβωτοῦ, ᾿Οφνὶ
καὶ Φινεές. 5 καὶ ἐγενήθη
ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου
εἰς τὴν παρεμβολήν, καὶ
ἀνέκραξε πᾶς ᾿Ισραὴλ
φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ
γῆ. 6 καὶ ἤκουσαν οἱ
ἀλλόφυλοι τῆς κραυγῆς, καὶ
εἶπον οἱ ἀλλόφυλοι· τίς
ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν
τῇ παρεμβολῇ τῶν ῾Εβραίων;
καὶ ἔγνωσαν ὅτι κιβωτὸς
Κυρίου ἥκει εἰς τὴν
παρεμβολήν. 7 καὶ ἐφοβήθησαν
οἱ ἀλλόφυλοι καὶ εἶπον·
οὗτοι οἱ θεοὶ ἥκασι πρὸς
αὐτοὺς εἰς τὴν
παρεμβολήν· οὐαὶ ἡμῖν·
ἐξελοῦ ἡμᾶς, κύριε,
σήμερον, ὅτι οὐ γέγονε
τοιαύτη ἐχθὲς καὶ τρίτην. 8
οὐαὶ ἡμῖν· τίς
ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς
τῶν θεῶν τῶν στερεῶν τούτων;
οὗτοι οἱ θεοί, οἱ πατάξαντες
τὴν Αἴγυπτον ἐν πάσῃ
πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. 9
κραταιοῦσθε καὶ γίνεσθε εἰς
ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ
δουλεύσητε τοῖς ῾Εβραίοις,
καθὼς ἐδούλευσαν ἡμῖν,
καὶ ἔσεσθε εἰς ἄνδρας καὶ
πολεμήσατε αὐτούς. 10 καὶ
ἐπολέμησαν αὐτούς· καὶ
πταίει ἀνὴρ ᾿Ισραὴλ, καὶ
ἔφυγεν ἕκαστος εἰς σκήνωμα
αὐτοῦ· καὶ ἐγένετο
πληγή μεγάλη σφόδρα, καὶ
ἔπεσον ἐξ ᾿Ισραὴλ τριάκοντα
χιλιάδες ταγμάτων. 11 καὶ
κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη,
καὶ ἀμφότεροι οἱ υἱοὶ
῾Ηλὶ ἀπέθανον, ᾿Οφνὶ
καὶ Φινεές. 12 Καὶ
ἔδραμεν ἀνὴρ ᾿Ιεμιναῖος
ἐκ τῆς παρατάξεως καὶ ἦλθεν
εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, καὶ τὰ ἱμάτια
αὐτοῦ διερρωγότα, καὶ γῆ
ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. 13
καὶ ἦλθε, καὶ ἰδοὺ ῾Ηλὶ
ἐπὶ τοῦ δίφρου παρὰ τὴν
πύλη σκοπεύων τὴν ὁδόν,
ὅτι ἦν καρδία αὐτοῦ
ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ
τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος
εἰσῆλθεν εἰς τὴν πόλιν
ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν
ἡ πόλις. 14 καὶ ἤκουσεν
῾Ηλὶ τὴν φωνὴν
τῆς βοῆς καὶ εἶπε· τίς
ἡ φωνὴ τῆς βοῆς ταύτης;
καὶ ὁ ἄνθρωπος σπεύσας
εἰσῆλθε καὶ ἀπήγγειλε τῷ
῾Ηλί. 15 καὶ ῾Ηλὶ υἱὸς
ἐνενήκοντα ἐτῶν, καὶ οἱ
ὀφθαλμοὶ αὐτοῦ
ἐπανέστησαν καὶ οὐκ
ἐπέβλεπε· 16 καὶ εἶπεν
῾Ηλὶ τοῖς ἀνδράσι τοῖς
περιεστηκόσιν αὐτῷ· τίς ἡ
φωνὴ τοῦ ἤχου τούτου; καὶ
ὁ ἀνὴρ σπεύσας προσῆλθε
πρὸς ῾Ηλὶ καὶ εἶπεν
αὐτῷ· ἐγώ εἰμι ὁ
ἥκων ἐκ τῆς παρεμβολῆς,
κἀγὼ πέφευγα ἐκ τῆς
παρατάξεως σήμερον. καὶ εἶπεν
῾Ηλί· τί τὸ γεγονὸς
ρῆμα, τέκνον; 17 καὶ ἀπεκρίθη
τὸ παιδάριον καὶ εἶπε·
πέφευγεν ἀνὴρ ᾿Ισραὴλ ἐκ
προσώπου ἀλλοφύλων, καὶ
ἐγένετο πληγὴ μεγάλη ἐν
τῷ λαῷ, καὶ ἀμφότεροι οἱ
υἱοὶ σου τεθνήκασι, καὶ ἡ
κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. 18
καὶ ἐγένετο ὡς ἐμνήσθη
τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ
ἔπεσεν ἀπὸ τοῦ δίφρου
ὀπισθίως ἐχόμενος τῆς
πύλης, καὶ συνετρίβη ὁ νῶτος
αὐτοῦ καὶ ἀπέθανεν, ὅτι
πρεσβύτης ὁ ἄνθρωπος καὶ
βαρύς· καὶ αὐτὸς ἔκρινε
τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη. 19 Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς. 20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. 21 καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. 22 καὶ εἶπαν· ἀπῴκισται δόξα ᾿Ισραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου. |
