ΒΑΣΙΛΕΙΩΝ Δ΄
15 ΕΝ ἔτει
εἰκοστῷ καὶ ἑβδόμῳ τῷ
῾Ιεροβοὰμ βασιλεῖ ᾿Ισραὴλ
ἐβασίλευσεν ᾿Αζαρίας
υἱὸς ᾿Αμεσσίου βασιλέως
᾿Ιούδα. 2 υἱὸς ἑκκαίδεκα
ἐτῶν ἦν ἐν τῷ βασιλεύειν
αὐτὸν καὶ πεντηκονταδύο ἔτη
ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ,
καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ
῾Ιεχελία ἐξ ῾Ιερουσαλήμ. 3
καὶ ἐποίησε τὸ εὐθὲς
ἐν ὀφθαλμοῖς Κυρίου κατὰ
πάντα, ὅσα ἐποίησεν
᾿Αμεσσίας ὁ πατὴρ
αὐτοῦ· 4 πλὴν τῶν
ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι
ὁ λαὸς ἐθυσίαζε καὶ
ἐθυμίων ἐν τοῖς ὑψηλοῖς, 5
καὶ ἥψατο Κύριος τὸν
βασιλέα, καὶ ἦν λελεπρωμένος
ἕως ἡμέρας θανάτου αὐτοῦ
καὶ ἐβασίλευσεν ἐν οἴκῳ
ἀφφουσώθ, καὶ ᾿Ιωάθαμ
υἱὸς τοῦ βασιλέως ἐπὶ
τῷ οἴκῳ κρίνων τὸν λαὸν
τῆς γῆς. 6 καὶ τὰ λοιπὰ τῶν
λόγων ᾿Αζαρίου, καὶ πάντα,
ὅσα ἐποίησεν, οὐχὶ ταῦτα
γεγραμμένα ἐπὶ βιβλίῳ
λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ιούδα; 7 καὶ
ἐκοιμήθη ᾿Αζαρίας μετὰ
τῶν πατέρων αὐτοῦ, καὶ
ἔθαψαν αὐτὸν μετὰ τῶν
πατέρων αὐτοῦ ἐν πόλει
Δαυίδ, καὶ ἐβασίλευσεν
᾿Ιωάθαμ υἱὸς αὐτοῦ
ἀντ᾿ αὐτοῦ. 8
᾿Εν ἔτει τριακοστῷ καὶ
ὀγδόῳ τῷ ᾿Αζαρίου
βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε
Ζαχαρίας υἱὸς ῾Ιεροβοὰμ
ἐπὶ ᾿Ισραὴλ ἐν
Σαμαρείᾳ ἑξάμηνον. 9 καὶ
ἐποίησε τὸ πονηρὸν ἐν
ὀφθαλμοῖς Κυρίου, καθὰ
ἐποίησαν οἱ πατέρες
αὐτοῦ· οὐκ ἀπέστη
ἀπὸ πασῶν τῶν ἁμαρτιῶν
῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς
ἐξήμαρτε τὸν ᾿Ισραήλ. 10
καὶ συνεστράφησαν ἐπ᾿
αὐτὸν Σελλοὺμ υἱὸς
᾿Ιαβὶς καὶ Κεβλαὰμ καὶ
ἐπάταξαν αὐτὸν καὶ
ἐθανάτωσαν αὐτόν, καὶ
Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿
αὐτοῦ. 11 καὶ τὰ λοιπὰ τῶν
λόγων Ζαχαρίου ἰδού εἰσι
γεγραμμένα ἐπὶ βιβλίῳ
λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ισραήλ. 12 ὁ
λόγος Κυρίου, ὃν ἐλάλησε
πρὸς ᾿Ιοὺ λέγων· υἱοὶ
τέταρτοι καθήσονταί σοι ἐπὶ
θρόνου ᾿Ισραήλ· καὶ
ἐγένετο οὕτως. 13
Καὶ Σελλοὺμ υἱὸς ᾿Ιαβὶς
ἐβασίλευσε· καὶ ἐν ἔτει
τριακοστῷ καὶ ἐνάτῳ
᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα
ἐβασίλευσε Σελλοὺμ μῆνα
ἡμερῶν ἐν Σαμαρείᾳ. 14 καὶ
ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ
ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς
Σαμάρειαν καὶ ἐπάταξε τὸν
Σελλοὺμ υἱὸν ᾿Ιαβὶς ἐν
Σαμαρείᾳ καὶ ἐθανάτωσεν
αὐτόν. 15 καὶ τὰ λοιπὰ τῶν
λόγων Σελλοὺμ καὶ ἡ
συστροφὴ αὐτοῦ, ἣν
συνεστράφη, ἰδού εἰσι
γεγραμμένα ἐπὶ βιβλίῳ
λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ισραήλ. 16 τότε
ἐπάταξε Μαναὴμ τὴν Θερσὰ
καὶ πάντα τὰ ἐν αὐτῇ
καὶ τὰ ὅρια αὐτῆς ἀπὸ
Θερσά, ὅτι οὐκ ἤνοιξαν
αὐτῷ· καὶ ἐπάταξεν
αὐτὴν καὶ τὰς ἐν γαστρὶ
ἐχούσας ἀνέρρηξεν. 17
᾿Εν ἔτει τριακοστῷ καὶ
ἐνάτῳ τῷ ᾿Αζαρίᾳ
βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε
Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ
᾿Ισραὴλ ἐν Σαμαρείᾳ δέκα
ἔτη. 18 καὶ ἐποίησε τὸ
πονηρὸν ἐν ὀφθαλμοῖς
Κυρίου· οὐκ ἀπέστη ἀπὸ
πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ
υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε
τὸν ᾿Ισραήλ. 19 ἐν ταῖς
ἡμέραις αὐτοῦ ἀνέβη
Φοὺλ βασιλεὺς ᾿Ασσυρίων
ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ
ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα
ἀργυρίου εἶναι τὴν χεῖρα
αὐτοῦ μετ᾿ αὐτοῦ. 20 καὶ
ἐξήνεγκε Μαναὴμ τὸ
ἀργύριον ἐπὶ τὸν
᾿Ισραήλ, ἐπὶ πᾶν δυνατὸν
ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ
τῶν ᾿Ασσυρίων, πεντήκοντα
σίκλους τῷ ἀνδρὶ τῷ
ἑνί· καὶ ἀπέστρεψε
βασιλεὺς ᾿Ασσυρίων καὶ οὐκ
ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21
καὶ τὰ λοιπὰ τῶν λόγων
Μαναὴμ καὶ πάντα ὅσα
ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα
γεγραμμένα ἐπὶ βιβλίῳ
λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ισραήλ; 22 καὶ
ἐκοιμήθη Μαναὴμ μετὰ τῶν
πατέρων αὐτοῦ, καὶ
ἐβασίλευσε Φακεσίας υἱὸς
αὐτοῦ ἀντ᾿ αὐτοῦ. 23
᾿Εν ἔτει πεντηκοστῷ τοῦ
᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα
ἐβασίλευσε Φακεσίας υἱὸς
Μαναὴμ ἐπὶ ᾿Ισραὴλ ἐν
Σαμαρείᾳ δύο ἔτη. 24 καὶ
ἐποίησε τὸ πονηρὸν ἐν
ὀφθαλμοῖς Κυρίου· οὐκ
ἀπέστη ἀπὸ ἁμαρτιῶν
῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς
ἐξήμαρτε τὸν ᾿Ισραήλ. 25
καὶ συνεστράφη ἐπ᾿ αὐτὸν
Φακεὲ υἱὸς Ρομελίου ὁ
τριστάτης αὐτοῦ καὶ
ἐπάταξεν αὐτὸν ἐν
Σαμαρείᾳ ἐναντίον οἴκου
τοῦ βασιλέως μετὰ τοͺ
᾿Αργόβ καὶ μετὰ τοῦ
᾿Αρία, καὶ μετ᾿ αὐτοῦ
πεντήκοντα ἄνδρες ἀπὸ τῶν
τετρακοσίων· καὶ ἐθανάτωσεν
αὐτὸν καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ. 26 καὶ τὰ
λοιπὰ τῶν λόγων Φακεσίου
καὶ πάντα, ὅσα ἐποίησεν,
ἰδού εἰσι γεγραμμένα ἐπὶ
βιβλίῳ λόγων τῶν ἡμερῶν
τοῖς βασιλεῦσιν ᾿Ισραήλ. 27
᾿Εν ἔτει πεντηκοστῷ καὶ
δευτέρῳ τοῦ ᾿Αζαρίου
βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε
Φακεὲ υἱὸς Ρομελίου ἐπὶ
᾿Ισραὴλ ἐν Σαμαρείᾳ
εἴκοσιν ἔτη. 28 καὶ ἐποίησε
τὸ πονηρὸν ἐν ὀφθαλμοῖς
Κυρίου· οὐκ ἀπέστη ἀπὸ
πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ
υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε
τὸν ᾿Ισραήλ. 29 ἐν ταῖς
ἡμέραις Φακεὲ βασιλέως
᾿Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ
βασιλεὺς ᾿Ασσυρίων καὶ
ἔλαβε τὴν Αἲν καὶ τὴν
᾿Αβελβαιθαμααχὰ καὶ τὴν
᾿Ανιὼχ καὶ τὴν Κενὲζ καὶ
τὴν ᾿Ασὼρ καὶ τὴν Γαλαὰδ
καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν
Νεφθαλί, καὶ ἀπῴκισεν
αὐτοὺς εἰς ᾿Ασσυρίους. 30
καὶ συνέστρεψε σύστρεμμα
῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐπὶ
Φακεὲ υἱὸν Ρομελίου καὶ
ἐπάταξεν αὐτὸν καὶ
ἐθανάτωσε καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ ἐν ἔτει
εἰκοστῷ ᾿Ιωάθαμ υἱοῦ
᾿Αζαρίου. 31 καὶ τὰ λοιπὰ
τῶν λόγων Φακεὲ καὶ πάντα,
ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα
γεγραμμένα ἐπὶ βιβλίῳ
λόγων τῶν ἡμερῶν τοῖς
βασιλεῦσιν ᾿Ισραήλ. 32
᾿Εν ἔτει δευτέρῳ Φακεὲ
υἱοῦ Ρομελίου βασιλεῖ
᾿Ισραὴλ ἐβασίλευσεν
᾿Ιωάθαμ υἱὸς ᾿Αζαρίου
βασιλέως ᾿Ιούδα. 33 υἱὸς
εἴκοσι καὶ πέντε ἐτῶν ἦν
ἐν τῷ βασιλεύειν αὐτὸν
καὶ ἑκκαίδεκα ἔτη
ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ,
καὶ ὄνομα τῆς μητρὸς
αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ
Σαδώκ. 34 καὶ ἐποίησε τὸ
εὐθὲς ἐν ὀφθαλμοῖς
Κυρίου κατὰ πάντα, ὅσα
ἐποίησεν ᾿Αζαρίας ὁ
πατὴρ αὐτοῦ· 35 πλὴν τὰ
ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ
λαὸς ἐθυσίαζε καὶ ἐθυμία
ἐν τοῖς ὑψηλοῖς. αὐτὸ
ᾠκοδόμησε τὴν πύλην οἴκου
Κυρίου τὴν ἐπάνω. 36 καὶ τὰ
λοιπὰ τῶν λόγων ᾿Ιωάθαμ
καὶ πάντα, ὅσα ἐποίησεν,
οὐχὶ ταῦτα γεγραμμένα
ἐπὶ βιβλίῳ λόγων τῶν
ἡμερῶν τοῖς βασιλεῦσιν
᾿Ιούδα; 37 ἐν ταῖς ἡμέραις
ἐκείναις ἤρξατο Κύριος
ἐξαποστέλλειν ἐν ᾿Ιούδᾳ
τὸν Ραασσὼν βασιλέα Συρίας,
καὶ τὸν Φακεὲ υἱὸν
Ρομελίου. 38 καὶ ἐκοιμήθη
᾿Ιωάθαμ μετὰ τῶν πατέρων
αὐτοῦ καὶ ἐτάφη μετὰ
τῶν πατέρων αὐτοῦ ἐν
πόλει Δαυὶδ τοῦ πατρὸς
αὐτοῦ, καὶ ἐβασίλευσεν
῎Αχαζ υἱὸς αὐτοῦ ἀντ᾿
αὐτοῦ. |