ΒΑΣΙΛΕΙΩΝ Δ΄
8 ΚΑΙ
῾Ελισαιὲ ἐλάλησε πρὸς
τὴν γυναῖκα, ἧς ἐζωπύρησε
τὸν υἱόν, λέγων·
ἀνάστηθι καὶ δεῦρο σὺ καὶ
ὁ οἶκός σου καὶ παροίκει,
οὗ ἐὰν παροικήσῃς, ὅτι
κέκληκε Κύριος λιμὸν ἐπὶ
τὴν γῆν, καί γε ἦλθεν ἐπὶ
τὴν γῆν ἑπτὰ ἔτη. 2 καὶ
ἀνέστη ἡ γυνὴ καὶ
ἐποίησε κατὰ τὸ ρῆμα
῾Ελισαιὲ καὶ αὐτὴ καὶ
ὁ οἶκος αὐτῆς καὶ παρῴκει
ἐν γῇ ἀλλοφύλων ἑπτὰ
ἔτη. 3 καὶ ἐγένετο μετὰ τὸ
τέλος τῶν ἑπτὰ ἐτῶν
καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ
γῆς ἀλλοφύλων εἰς τὴν
πόλιν καὶ ἦλθε βοῆσαι πρὸς
τὸν βασιλέα περὶ τοῦ οἴκου
ἑαυτῆς καὶ περὶ τῶν
ἀγρῶν αὐτῆς. 4 καὶ ὁ
βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ
τὸ παιδάριον ῾Ελισαιὲ τοῦ
ἀνθρώπου τοῦ Θοεῦ λέγων·
διήγησαι δὴ ἐμοὶ πάντα τὰ
μεγάλα, ἃ ἐποίησεν
῾Ελισαιέ. 5 καὶ ἐγένετο
αὐτοῦ ἐξηγουμένου τῷ
βασιλεῖ, ὡς ἐζωπύρησεν
υἱὸν τεθνηκότα, καὶ ἰδοὺ
ἡ γυνή, ἧς ἐζωπύρησε τὸν
υἱὸν αὐτῆς ῾Ελισαιέ,
βοῶσα πρὸς τὸν βασιλέα περὶ
τοῦ οἴκου ἑαυτῆς καὶ περὶ
τῶν ἀγρῶν ἑαυτῆς· καὶ
εἶπε Γιεζί· κύριε βασιλεῦ,
αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ
υἱὸς αὐτῆς, ὃν
ἐζωπύρησεν ῾Ελισαιέ. 6 καὶ
ἐπηρώτησεν ὁ βασιλεὺς τὴν
γυναῖκα καὶ διηγήσατο
αὐτῷ· καὶ ἔδωκεν αὐτῇ
ὁ βασιλεὺς εὐνοῦχον ἕνα
λέγων· ἐπίστρεψον πάντα
τὰ αὐτῆς καὶ πάντα τὰ
γενήματα τοῦ ἀγροῦ ἀπὸ
τῆς ἡμέρας, ἧς κατέλιπε
τὴν γῆν ἕως τοῦ νῦν. 7 Καὶ
ἦλθεν ῾Ελισαιὲ εἰς Δαμασκόν,
καὶ υἱὸς ῎Αδερ βασιλεὺς
Συρίας ἠρρώστει, καὶ
ἀνήγγειλαν αὐτῷ
λέγοντες· ἥκει ὁ ἄνθρωπος
τοῦ Θεοῦ ἕως ὧδε. 8 καὶ
εἶπεν ὁ βασιλεὺς πρὸς
᾿Αζαήλ· λάβε ἐν τῇ
χειρί σου μαναὰ καὶ δεῦρο
εἰς ἀπαντὴν τοῦ ἀνθρώπου
τοῦ Θεοῦ καὶ ἐπιζήτησον
τὸν Κύριον παρ᾿ αὐτοῦ
λέγων· εἰ ζήσομαι ἐκ τῆς
ἀρρωστίας μου ταύτης; 9 καὶ
ἐπορεύθη ᾿Αζαὴλ εἰς
ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε
μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ
καὶ πάντα τὰ ἀγαθὰ
Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα
καμήλων, καὶ ἦλθε καὶ ἔστη
ἐνώπιον αὐτοῦ καὶ εἶπε
πρὸς ῾Ελισαιέ· υἱός σου
υἱὸς ῎Αδερ βασιλεὺς Συρίας
ἀπέστειλέ με πρός σε
ἐπερωτῆσαι λέγων· εἰ
ζήσομαι ἐκ τῆς ἀρρωστίας
μου ταύτης; 10 καὶ καὶ εἶπεν
῾Ελισαιέ· δεῦρο εἰπὸν
αὐτῷ· ζωῇ ζήσῃ· καὶ
ἔδειξέ μοι Κύριος ὅτι
θανάτῳ ἀποθανῇ· 11 καὶ
παρέστη τῷ προσώπῳ αὐτοῦ
καὶ ἔθηκεν ἕως αἰσχύνης,
καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ
Θεοῦ. 12 καὶ εἶπεν ᾿Αζαήλ·
τί ὅτι ὁ κύριός μου
κλαίει; καὶ εἶπεν· ὅτι
οἶδα ὅσα ποιήσεις τοῖς
υἱοῖς ᾿Ισραὴλ κακά· τὰ
ὀχυρώματα αὐτῶν
ἐξαποστελεῖς ἐν πυρὶ καὶ
τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν
ρομφαίᾳ ἀποκτενεῖς καὶ
τὰ νήπια αὐτῶν ἐνσείσεις
καὶ τὰς ἐν γαστρὶ ἐχούσας
αὐτῶν ἀναρρήξεις. 13 καὶ
εἶπεν ᾿Αζαήλ· τίς ἐστιν
ὁ δοῦλός σου ὁ κύων ὁ
τεθνηκώς, ὅτι ποιήσει τὸ
ρῆμα τοῦτο; καὶ εἶπεν
῾Ελισαιέ· ἔδειξέ μοι
Κύριός σε βασιλεύοντα ἐπὶ
Συρίαν. 14 καὶ ἀπῆλθεν ἀπὸ
῾Ελισαιὲ καὶ εἰσῆλθε
πρὸς τὸν κύριον αὐτοῦ καὶ
εἶπεν αὐτῷ· τί εἶπέ σοι
῾Ελισαιέ; καὶ εἶπεν·
εἶπέ μοι, ζωῇ ζήσῃ. 15 καὶ
ἐγένετο τῇ ἐπαύριον, καὶ
ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν
ἐν τῷ ὕδατι καὶ περιέβαλεν
ἐπὶ τὸ πρόσωπον αὐτοῦ
καὶ ἀπέθανε, καὶ
ἐβασίλευσεν ᾿Αζαὴλ ἀντ᾿
αὐτοῦ. 16 ᾿Εν
ἔτει πέμπτῳ τῷ ᾿Ιωρὰμ
υἱῷ ᾿Αχαὰβ βασιλεῖ
᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ
βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν
᾿Ιωρὰμ υἱὸς ᾿Ιωσαφὰτ
βασιλεὺς ᾿Ιούδα. 17 υἱὸς
τριάκοντα καὶ δύο ἐτῶν ἦν
ἐν τῷ βασιλεύειν αὐτὸν
καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν
ἐν ῾Ιερουσαλήμ. 18 καὶ
ἐπορεύθη ἐν ὁδῷ βασιλέων
᾿Ισραήλ, καθὼς ἐποίησεν
οἶκος ᾿Αχαάβ, ὅτι θυγάτηρ
᾿Αχαὰβ ἦν αὐτῷ εἰς
γυναῖκα· καὶ ἐποίησε τὸ
πονηρὸν ἐνώπιον Κυρίου. 19
καὶ οὐκ ἠθέλησε Κύριος
διαφθεῖραι τὸν ᾿Ιούδαν διὰ
Δαυὶδ τὸν δοῦλον αὐτοῦ,
καθὼς εἶπε δοῦναι αὐτῷ
λύχνον καὶ τοῖς υἱοῖς
αὐτοῦ πάσας τὰς ἡμέρας. 20
ἐν ταῖς ἡμέραις αὐτοῦ
ἠθέτησεν ᾿Εδὼμ
ὑποκάτωθεν χειρὸς ᾿Ιούδα
καὶ ἐβασίλευσαν ἐφ᾿
ἑαυτοὺς βασιλέα. 21 καὶ
ἀνέβη ᾿Ιωρὰμ εἰς Σιὼρ
καὶ πάντα τὰ ἅρματα τὰ
μετ᾿ αὐτοῦ, καὶ ἐγένετο
αὐτοῦ ἀναστάντος καὶ
ἐπάταξε τὸν ᾿Εδὼμ τὸν
κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ
τοὺς ἄρχοντας τῶν ἁρμάτων,
καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ
σκηνώματα αὐτῶν. 22 καὶ
ἠθέτησεν ᾿Εδὼμ ὑποκάτω
τῆς χειρὸς ᾿Ιούδα ἕως τῆς
ἡμέρας ταύτης. τότε
ἠθέτησε Λοβενὰ ἐν τῷ
καιρῷ ἐκείνῳ. 23 καὶ τὰ
λοιπὰ τῶν λόγων ᾿Ιωρὰμ
καὶ πάντα, ὅσα ἐποίησεν,
οὐκ ἰδοὺ ταῦτα γέγραπται
ἐπὶ βιβλίῳ λόγων τῶν
ἡμερῶν τοῖς βασιλεῦσιν
᾿Ιούδα; 24 καὶ ἐκοιμήθη
᾿Ιωρὰμ μετὰ τῶν πατέρων
αὐτοῦ καὶ ἐτάφη μετὰ
τῶν πατέρων αὐτοῦ ἐν
πόλει Δαυὶδ τοῦ πατρὸς
αὐτοῦ· καὶ ἐβασίλευσεν
᾿Οχοζίας υἱὸς αὐτοῦ
ἀντ᾿ αὐτοῦ. 25 ᾿Εν ἔτει δωδεκάτῳ τῷ ᾿Ιωρὰμ υἱῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωράμ. 26 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν ᾿Οχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρὶ βασιλέως ᾿Ισραήλ. 27 καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος ᾿Αχαάβ. 28 καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ εἰς πόλεμον μετὰ ᾿Αζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν ᾿Ιωράμ. 29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι ἐν ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ ἐν ᾿Ιεζράελ, ὅτι ἠρρώστει αὐτός. |