ΕΞΟΔΟΣ
11 ΕΙΠΕ δὲ
Κύριος πρὸς Μωυσῆν· ἔτι
μίαν πληγὴν ἐγὼ ἐπάξω
ἐπὶ Φαραὼ καὶ ἐπ᾿
Αἴγυπτον, καὶ μετὰ ταῦτα
ἐξαποστελεῖ ὑμᾶς
ἐντεῦθεν· ὅταν δὲ
ἐξαποστέλλῃ ὑμᾶς, σὺν
παντὶ ἐκβαλεῖ ὑμᾶς
ἐκβολῇ. 2 λάλησον οὖν κρυφῇ
εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ
αἰτησάτω ἕκαστος παρὰ τοῦ
πλησίον σκεύη ἀργυρᾶ καὶ
χρυσᾶ καὶ ἱματισμόν. 3
Κύριος δὲ ἔδωκε τὴν χάριν
τῷ λαῷ αὐτοῦ ἐναντίον
τῶν Αἰγυπτίων, καὶ ἔχρησαν
αὐτοῖς· καὶ ὁ ἄνθρωπος
Μωυσῆς μέγας ἐγενήθη σφόδρα
ἐναντίον τῶν Αἰγυπτίων
καὶ ἐναντίον Φαραὼ καὶ
ἐναντίον τῶν θεραπόντων
αὐτοῦ. 4 Καὶ
εἶπε Μωυσῆς· τάδε λέγει
Κύριος· περὶ μέσας νύκτας
ἐγὼ εἰσπορεύομαι εἰς
μέσον Αἰγύπτου, 5 καὶ
τελευτήσει πᾶν πρωτότοκον ἐν
γῇ Αἰγύπτῳ, ἀπὸ
πρωτοτόκου Φαραώ, ὃς κάθηται
ἐπὶ τοῦ θρόνου, καὶ ἕως
πρωτοτόκου τῆς θεραπαίνης τῆς
παρὰ τὸν μύλον καὶ ἕως
πρωτοτόκου παντὸς κτήνους, 6
καὶ ἔσται κραυγὴ μεγάλη
κατὰ πᾶσαν γῆν Αἰγύπτου,
ἥτις τοιαύτη οὐ γέγονε καὶ
τοιαύτη οὐκ ἔτι προστεθήσεται.
7 καὶ ἐν πᾶσι τοῖς υἱοῖς
᾿Ισραὴλ οὐ γρύξει κύων τῇ
γλώσσῃ αὐτοῦ ἀπὸ
ἀνθρώπου ἕως κτήνους, ὅπως
εἰδῇς ὅσα παραδοξάσει
Κύριος ἀνὰ μέσον τῶν
Αἰγυπτίων καί τοῦ
᾿Ισραήλ. 8 καὶ καταβήσονται
πάντες οἱ παῖδές σου οὗτοι
πρός με καὶ προσκυνήσουσί με
λέγοντες· ἔξελθε σὺ καὶ
πᾶς ὁ λαός σου, οὗ σύ
ἀφηγῇ· καὶ μετὰ ταῦτα
ἐξελεύσομαι. ἐξῆλθε δὲ
Μωυσῆς ἀπὸ Φαραὼ μετὰ
θυμοῦ. 9 εἶπε δὲ Κύριος πρὸς
Μωυσῆν· οὐκ εἰσακούσεται
ὑμῶν Φαραώ, ἵνα πληθύνων
πληθυνῶ μου τὰ σημεῖα καὶ τὰ
τέρατα ἐν γῇ Αἰγύπτῳ. 10
Μωυσῆς δὲ καὶ ᾿Ααρὼν
ἐποίησαν πάντα τὰ σημεῖα
καὶ τὰ τέρατα ταῦτα ἐν γῇ
Αἰγύπτῳ ἐναντίον
Φαραώ· ἐσκλήρυνε δὲ
Κύριος τὴν καρδίαν Φαραώ,
καὶ οὐκ εἰσήκουσεν
ἐξαποστεῖλαι τούς υἱοὺς
᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου. |