ΕΞΟΔΟΣ
17 ΚΑΙ
ἀπῇρε πᾶσα συναγωγὴ υἱῶν
᾿Ισραὴλ ἐκ τῆς ἐρήμου
Σὶν κατὰ παρεμβολὰς αὐτῶν
διά ρήματος Κυρίου καὶ
παρενεβάλοσαν ἐν Ραφιδείν·
οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ
πιεῖν. 2 καὶ ἐλοιδορεῖτο ὁ
λαὸς πρὸς Μωυσῆν λέγοντες·
δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν.
καὶ εἶπεν αὐτοῖς Μωυσῆς·
τί λοιδορεῖσθέ μοι, καὶ τί
πειράζετε Κύριον; 3 ἐδίψησε
δὲ ἐκεῖ ὁ λαὸς ὕδατι,
καὶ διεγόγγυζεν ἐκεῖ ὁ
λαὸς πρὸς Μωυσῆν λέγοντες·
ἱνατί τοῦτο; ἀνεβίβασας
ἡμᾶς ἐξ Αἰγύπτου
ἀποκτεῖναι ἡμᾶς καὶ τὰ
τέκνα ἡμῶν καὶ τὰ κτήνη
τῷ δίψει; 4 ἐβόησε δὲ
Μωυσῆς πρὸς Κύριον λέγων·
τί ποιήσω τῷ λαῷ τούτῳ;
ἔτι μικρὸν καὶ
καταλιθοβολήσουσί με. 5 καὶ
εἶπε Κύριος πρὸς Μωυσῆν·
προπορεύου τοῦ λαοῦ τούτου,
λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν
πρεσβυτέρων τοῦ λαοῦ· καὶ
τὴν ράβδον, ἐν ᾗ ἐπάταξας
τὸν ποταμόν, λαβὲ ἐν τῇ
χειρί σου καὶ πορεύσῃ. 6 ὅδε
ἐγὼ ἕστηκα ἐκεῖ πρὸ
τοῦ σε ἐπὶ τῆς πέτρας ἐν
Χωρήβ· καὶ πατάξεις τὴν
πέτραν, καὶ ἐξελεύσεται ἐξ
αὐτῆς ὕδωρ, καὶ πίεται ὁ
λαός. ἐποίησε δὲ Μωυσῆς
οὕτως ἐναντίον τῶν υἱῶν
᾿Ισραήλ. 7 καὶ ἐπωνόμασε
τὸ ὄνομα τοῦ τόπου
ἐκείνου Πειρασμὸς καὶ
Λοιδόρησις, διὰ τὴν λοιδορίαν
τῶν υἱῶν ᾿Ισραὴλ καὶ
διὰ τὸ πειράζειν Κύριον
λέγοντας· εἰ ἔστι Κύριος
ἐν ἡμῖν ἢ οὔ; 8 ῏Ηλθε
δὲ ᾿Αμαλὴκ καὶ ἐπολέμει
᾿Ισραὴλ ἐν Ραφιδείν. 9 εἶπε
δὲ Μωυσῆς τῷ ᾿Ιησοῦ·
ἐπίλεξον σεαυτῷ ἄνδρας
δυνατοὺς καὶ ἐξελθὼν
παράταξαι τῷ ᾿Αμαλὴκ αὔριον,
καὶ ἰδοὺ ἐγὼ ἕστηκα
ἐπὶ τῆς κορυφῆς τοῦ
βουνοῦ, καὶ ἡ ράβδος τοῦ
Θεοῦ ἐν τῇ χειρί μου. 10 καὶ
ἐποίησεν ᾿Ιησοῦς καθάπερ
εἶπεν αὐτῷ Μωυσῆς, καὶ
ἐξελθὼν παρετάξατο τῷ
᾿Αμαλήκ· καὶ Μωυσῆς καὶ
᾿Ααρὼν καὶ ῍Ωρ ἀνέβησαν
ἐπὶ τὴν κορυφὴν τοῦ
βουνοῦ. 11 καὶ ἐγίνετο ὅταν
ἐπῇρε Μωυσῆς τὰς χεῖρας,
κατίσχυεν ᾿Ισραήλ· ὅταν
δὲ καθῆκε τὰς χεῖρας,
κατίσχυεν ᾿Αμαλήκ. 12 αἱ δὲ
χεῖρες Μωυσῆ βαρεῖαι· καὶ
λαβόντες λίθον ὑπέθηκαν
ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο
ἐπ᾿ αὐτοῦ, καὶ ᾿Ααρὼν
καὶ ῍Ωρ ἐστήριζον τὰς
χεῖρας αὐτοῦ, ἐντεῦθεν
εἷς καὶ ἐντεῦθεν εἷς·
καὶ ἐγένοντο αἱ χεῖρες
Μωυσῆ ἐστηριγμέναι ἕως
δυσμῶν ἡλίου. 13 καὶ
ἐτρέψατο ᾿Ιησοῦς τὸν
᾿Αμαλὴκ καὶ πάντα τὸν
λαὸν αὐτοῦ ἐν φόνῳ
μαχαίρας. 14 εἶπε δὲ Κύριος
πρὸς Μωυσῆν· κατάγραψον
τοῦτο εἰς μνημόσυνονἐν
βιβλίῳ καὶ δὸς εἰς τὰ
ὦτα ᾿Ιησοῦ, ὅτι ἀλοιφῇ
ἐξαλείψω τὸ μνημόσυνον
᾿Αμαλὴκ ἐκ τῆς ὑπὸ τὸν
οὐρανόν. 15 καὶ ᾠκοδόμησε
Μωυσῆς θυσιαστήριον Κυρίῳ
καὶ ἐπωνόμασε τὸ ὄνομα
αὐτοῦ Κύριος καταφυγή μου· 16
ὅτι ἐν χειρὶ κρυφαίᾳ
πολεμεῖ Κύριος ἐπὶ
᾿Αμαλὴκ ἀπὸ γενεῶν εἰς
γενεᾶς. |