ΕΞΟΔΟΣ
4 18
᾿Επορεύθη δὲ Μωυσῆς καὶ
ἀπέστρεψε πρὸς ᾿Ιοθὸρ
τὸν γαμβρὸν αὐτοῦ καὶ
λέγει· πορεύσομαι καὶ
ἀποστρέψω πρὸς τοὺς
ἀδελφούς μου τοὺς ἐν
Αἰγύπτῳ καὶ ὄψομαι, εἰ
ἔτι ζῶσι. καὶ εἶπεν
᾿Ιοθὸρ Μωυσῇ· βάδιζε
ὑγιαίνων. μετὰ δὲ τὰς
ἡμέρας τὰς πολλὰς
ἐκείνας ἐτελεύτησεν ὁ
βασιλεὺς Αἰγύπτου. 19 εἶπε δὲ
Κύριος πρὸς Μωυσῆν ἐν
Μαδιάμ· βάδιζε, ἄπελθε εἰς
Αἴγυπτον· τεθνήκασι γὰρ
πάντες οἱ ζητοῦντές σου τὴν
ψυχήν. 20 ἀναλαβὼν δὲ Μωυσῆς
τὴν γυναῖκα καὶ τὰ παιδία
ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ
ὑποζύγια καὶ ἐπέστρεψεν
εἰς Αἴγυπτον· ἔλαβε δὲ
Μωυσῆς τὴν ράβδον τὴν παρὰ
τοῦ Θεοῦ ἐν τῇ χειρὶ
αὐτοῦ. 21 εἶπε δὲ Κύριος
πρὸς Μωυσῆν· πορευομένου σου
καὶ ἀποστρέφοντος εἰς
Αἴγυπτον, ὅρα πάντα τὰ
τέρατα, ἃ δέδωκα ἐν ταῖς
χερσί σου, ποιήσεις αὐτὰ
ἐναντίον Φαραώ· ἐγὼ δὲ
σκληρυνῶ τὴν καρδίαν αὐτοῦ,
καὶ οὐ μὴ ἐξαποστείλῃ
τὸν λαόν. 22 σὺ δὲ ἐρεῖς
τῷ Φαραώ· τάδε λέγει
Κύριος· υἱὸς πρωτότοκός
μου ᾿Ισραήλ· 23 εἶπα δέ
σοι· ἐξαπόστειλον τὸν λαόν
μου, ἵνα μοι λατρεύσῃ· εἰ
μὲν οὖν μὴ βούλει
ἐξαποστεῖλαι αὐτούς, ὅρα
οὖν, ἐγὼ ἀποκτενῶ τὸν
υἱόν σου τὸν πρωτότοκον. 24
ἐγένετο δὲ ἐν τῇ ὁδῷ
ἐν τῷ καταλύματι συνήντησεν
αὐτῷ ἄγγελος Κυρίου καὶ
ἐζήτει αὐτὸν ἀποκτεῖναι.
25 καὶ λαβοῦσα Σεπφώρα ψῆφον
περιέτεμε τὴν ἀκροβυστίαν
τοῦ υἱοῦ αὐτῆς καὶ
προσέπεσε πρὸς τοὺς πόδας
αὐτοῦ καὶ εἶπεν· ἔστη
τὸ αἷμα τῆς περιτομῆς τοῦ
παιδίου μου. 26 καὶ ἀπῆλθεν
ἀπ᾿ αὐτοῦ, διότι εἶπεν·
ἔστη τὸ αἷμα τῆς περιτομῆς
τοῦ παιδίου μου. 27 Εἶπε
δὲ Κύριος πρὸς ᾿Ααρών·
πορεύθητι εἰς συνάντησιν
Μωυσῆ εἰς τὴν ἔρημον· καὶ
ἐπορεύθη καὶ συνήντησεν
αὐτῷ ἐν τῷ ὄρει τοῦ
Θεοῦ, καὶ κατεφίλησαν
ἀλλήλους. 28 καὶ ἀνήγγειλε
Μωυσῆς τῷ ᾿Ααρὼν πάντας
τοὺς λόγους Κυρίου, οὓς
ἀπέστειλε, καὶ πάντα τὰ
σημεῖα, ἃ ἐνετείλατο αὐτῷ.
29 ἐπορεύθη δὲ Μωυσῆς καὶ
᾿Ααρὼν καὶ συνήγαγον τὴν
γερουσίαν τῶν υἱῶν
᾿Ισραήλ. 30 καὶ ἐλάλησεν
᾿Ααρὼν πάντα τὰ ρήματα
ταῦτα, ἃ ἐλάλησεν ὁ Θεὸς
πρὸς Μωυσῆν, καὶ ἐποίησε
τὰ σημεῖα ἐναντίον τοῦ
λαοῦ. 31 καὶ ἐπίστευσεν ὁ
λαὸς καὶ ἐχάρη, ὅτι
ἐπεσκέψατο ὁ Θεὸς τοὺς
υἱοὺς ᾿Ισραὴλ καὶ ὅτι
εἶδεν αὐτῶν τὴν θλίψιν·
κύψας δὲ ὁ λαὸς προσεκύνησε.
|