ΩΣΗΕ
14 ΑΦΑΝΙΣΘΗΣΕΤΑΙ
Σαμάρεια, ὅτι ἀντέστη πρὸς
τὸν Θεὸν αὐτῆς· ἐν
ρομφαίᾳ πεσοῦνται αὐτοί,
καὶ τὰ ὑποτίτθια αὐτῶν
ἐδαφισθήσονται, καὶ αἱ ἐν
γαστρὶ ἔχουσαι αὐτῶν
διαρραγήσονται. 2 ἐπιστράφηθι,
᾿Ισραήλ, πρὸς Κύριον τὸν
Θεόν σου, διότι ἠσθένησαν ἐν
ταῖς ἀδικίαις σου. 3 λάβετε
μεθ᾿ ἑαυτῶν λόγους καὶ
ἐπιστράφητε πρὸς Κύριον τὸν
Θεὸν ὑμῶν· εἴπατε αὐτῷ,
ὅπως μὴ λάβητε ἀδικίαν
καὶ λάβητε ἀγαθά, καὶ
ἀνταποδώσομεν καρπὸν χειλέων
ἡμῶν. 4 ᾿Ασσοὺρ οὐ μὴ
σώσῃ ἡμᾶς, ἐφ᾿ ἵππον
οὐκ ἀναβησόμεθα· οὐκέτι
μὴ εἴπωμεν· θεοὶ ἡμῶν,
τοῖς ἔργοις τῶν χειρῶν
ἡμῶν· ὁ ἐν σοὶ
ἐλεήσει ὀρφανόν. 5
ἰάσομαι τὰς κατοικίας
αὐτῶν, ἀγαπήσω αὐτοὺς
ὁμολόγως, ὅτι ἀποστρέψω
τὴν ὀργήν μου ἀπ᾿
αὐτοῦ. 6 ἔσομαι ὡς δρόσος
τῷ ᾿Ισραήλ, ἀνθήσει ὡς
κρίνον καὶ βαλεῖ τὰς ρίζας
αὐτοῦ ὡς ὁ Λίβανος· 7
πορεύσονται οἱ κλάδοι αὐτοῦ,
καὶ ἔσται ὡς ἐλαία
κατάκαρπος, καὶ ἡ ὀσφρασία
αὐτοῦ ὡς Λιβάνου· 8
ἐπιστρέψουσι καὶ καθιοῦνται
ὑπὸ τὴν σκέπην αὐτοῦ,
ζήσονται καὶ μεθυσθήσονται
σίτῳ· καὶ ἐξανθήσει ὡς
ἄμπελος μνημόσυνον αὐτοῦ,
ὡς οἶνος Λιβάνου. 9 τῷ
᾿Εφραίμ, τί αὐτῷ ἔτι
καὶ εἰδώλοις; ἐγὼ
ἐταπείνωσα αὐτόν, καὶ
ἐγὼ κατισχύσω αὐτόν·
ἐγὼ ὡς ἄρκευθος πυκάζουσα,
ἐξ ἐμοῦ ὁ καρπός σου
εὕρηται. 10 τίς σοφὸς καὶ
συνήσει ταῦτα; ἢ συνετὸς καὶ
ἐπιγνώσεται αὐτά; ὅτι
εὐθεῖαι αἱ ὁδοὶ τοῦ
Κυρίου, καὶ δίκαιοι
πορεύσονται ἐν αὐταῖς, οἱ
δὲ ἀσεβεῖς ἀσθενήσουσιν
ἐν αὐταῖς. |