ΩΣΗΕ
3 ΚΑΙ εἶπε
Κύριος πρός με· ἔτι
πορεύθητι καὶ ἀγάπησον
γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ
μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ
Θεὸς τοὺς υἱοὺς ᾿Ισραὴλ
καὶ αὐτοὶ ἀποβλέπουσιν
ἐπὶ θεοὺς ἀλλοτρίους καὶ
φιλοῦσι πέμματα μετὰ σταφίδων.
2 καὶ ἐμισθωσάμην ἐμαυτῷ
πεντεκαίδεκα ἀργυρίου καὶ
γομὸρ κριθῶν καὶ νέβελ
οἴνου 3 καὶ εἶπα πρὸς
αὐτήν· ἡμέρας πολλὰς
καθήσῃ ἐπ᾿ ἐμοὶ καὶ
οὐ μὴ πορνεύσῃς, οὐδὲ
μὴ γένῃ ἀνδρὶ ἑτέρῳ,
καὶ ἐγὼ ἐπὶ σοί. 4 διότι
ἡμέρας πολλὰς καθήσονται οἱ
υἱοὶ ᾿Ισραὴλ οὐκ ὄντος
βασιλέως οὐδὲ ὄντος
ἄρχοντος οὐδὲ οὔσης θυσίας
οὐδὲ ὄντος θυσιαστηρίου
οὐδὲ ἱερατείας οὐδὲ
δήλων. 5 καὶ μετὰ ταῦτα
ἐπιστρέψουσιν οἱ υἱοὶ
᾿Ισραὴλ καὶ ἐπιζητήσουσι
Κύριον τὸν Θεὸν αὐτῶν καὶ
Δαυὶδ τὸν βασιλέα αὐτῶν·
καὶ ἐκστήσονται ἐπὶ τῷ
Κυρίῳ καὶ ἐπὶ τοῖς
ἀγαθοῖς αὐτοῦ ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν. |