ΩΣΗΕ
6 ΠΟΡΕΥΘΩΜΕΝ
καὶ ἐπιστρέψωμεν πρὸς
Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι
αὐτὸς ἥρπακε καὶ ἰάσεται
ἡμᾶς, πατάξει καὶ μοτώσει
ἡμᾶς· 2 ὑγιάσει ἡμᾶς
μετὰ δύο ἡμέρας, ἐν τῇ
ἡμέρᾳ τῇ τρίτῃ
ἐξαναστησόμεθα καὶ ζησόμεθα
ἐνώπιον αὐτοῦ 3 καὶ
γνωσόμεθα· διώξωμεν τοῦ
γνῶναι τὸν Κύριον, ὡς ὄρθρον
ἕτοιμον εὑρήσομεν αὐτόν,
καὶ ἥξει ὡς ὑετὸς ἡμῖν
πρώϊμος καὶ ὄψιμος γῇ. 4 τί
σοι ποιήσω ᾿Εφραίμ; τί σοι
ποιήσω ᾿Ιούδα; τὸ δὲ
ἔλεος ὑμῶν ὡς νεφέλη
πρωϊνὴ καὶ ὡς δρόσος
ὀρθρινὴ πορευομένη. — 5 Διὰ
τοῦτο ἀπεθέρισα τοὺς
προφήτας ὑμῶν, ἀπέκτεινα
αὐτοὺς ἐν ρήματι
στόματός μου, καὶ τὸ κρίμα
μου ὡς φῶς ἐξελεύσεται· 6
διότι ἔλεος θέλω καὶ οὐ
θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ
ἢ ὁλοκαυτώματα. 7 αὐτοὶ δέ
εἰσιν ὡς ἄνθρωπος παραβαίνων
διαθήκην· ἐκεῖ
κατεφρόνησέ μου 8 Γαλαὰδ πόλις
ἐργαζομένη μάταια, ταράσσουσα
ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου
ἀνδρὸς πειρατοῦ· ἔκρυψαν
ἱερεῖς ὁδόν, ἐφόνευσαν
Σίκιμα, ὅτι ἀνομίαν
ἐποίησαν. 10 ἐν τῷ οἴκῳ
τοῦ ᾿Ισραὴλ εἶδον φρικώδη
ἐκεῖ, πορνείαν τοῦ
᾿Εφραίμ· ἐμιάνθη
᾿Ισραὴλ καὶ ᾿Ιούδα. 11
ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ
ἐπιστρέφειν με τὴν
αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐν
τῷ ἰάσασθαί με τὸν
᾿Ισραήλ. |