ΗΣΑΪΑΣ
Κεφάλαια
12 ΚΑΙ
ἐρεῖς ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ· εὐλογήσω σε,
Κύριε, διότι ὠργίσθης μοι
καὶ ἀπέστρεψας τὸν θυμόν
σου καὶ ἠλέησάς με. 2 ἰδοὺ
ὁ Θεός μου σωτήρ μου Κύριος,
πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ
καὶ σωθήσομαι ἐν αὐτῷ καὶ
οὐ φοβηθήσομαι, διότι ἡ δόξα
μου καὶ ἡ αἴνεσίς μου Κύριος
καὶ ἐγένετό μοι εἰς
σωτηρίαν. 3 καὶ ἀντλήσατε
ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ
τῶν πηγῶν τοῦ σωτηρίου. 4 καὶ
ἐρεῖς ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ· ὑμνεῖτε Κύριον,
βοᾶτε τὸ ὄνομα αὐτοῦ,
ἀναγγείλατε ἐν τοῖς ἔθνεσι
τὰ ἔνδοξα αὐτοῦ,
μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ
ὄνομα αὐτοῦ. 5 ὑμνήσατε τὸ
ὄνομα Κυρίου, ὅτι ὑψηλὰ
ἐποίησεν· ἀναγγείλατε
ταῦτα ἐν πάση τῇ γῇ. 6
ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε,
οἱ κατοικοῦντες Σιών, ὅτι
ὑψώθη ὁ ἅγιος τοῦ
᾿Ισραὴλ ἐν μέσῳ αὐτῆς. |