ΗΣΑΪΑΣ
Κεφάλαια
15 Τὸ ρῆμα
τὸ κατὰ τῆς Μωαβίτιδος. ΝΥΚΤΟΣ
ἀπολεῖται ἡ Μωαβῖτις,
νυκτὸς γὰρ ἀπολεῖται τὸ
τεῖχος τῆς Μωαβίτιδος. 2
λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς,
ἀπολεῖται γὰρ καὶ Δηβών,
οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ
ἀναβήσεσθε κλαίειν· ἐπὶ
Ναβαῦ τῆς Μωαβίτιδος
ὀλολύζετε ἐπὶ πάσης
κεφαλῆς φαλάκρωμα, πάντες
βραχίονες κατατετμημένοι· 3 ἐν
ταῖς πλατείαις αὐτῆς
περιζώσασθε σάκκους καὶ
κόπτεσθε, ἐπὶ τῶν δωμάτων
αὐτῆς καὶ ἐν ταῖς
πλατείαις αὐτῆς καὶ ἐν
ταῖς ρύμας αὐτῆς πάντες
ὀλολύζετε μετὰ κλαυθμοῦ. 4
ὅτι κέκραγεν ᾿Εσεβὼν καὶ
᾿Ελεαλή, ἕως ᾿Ιασσὰ
ἠκούσθη ἡ φωνὴ αὐτῶν·
διὰ τοῦτο ἡ ὀσφὺς τῆς
Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ
αὐτῆς γνώσεται. 5 ἡ καρδία
τῆς Μωαβίτιδος βοᾷ ἐν
αὐτῇ ἕως Σηγώρ· δάμαλις
γάρ ἐστι τριετής· ἐπὶ
δὲ τῆς ἀναβάσεως Λουεὶθ
πρός σε κλαίοντες ἀναβήσονται,
τῇ ὁδῷ ᾿Αρωνιεὶμ βοᾷ
σύντριμμα καὶ σεισμός. 6 τὸ
ὕδωρ τῆς Νεμρεὶμ ἔρημον
ἔσται, καὶ ὁ χόρτος αὐτῆς
ἐκλείψει· χόρτος γὰρ
χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ
οὕτως μέλει σωθῆναι; ἐπάξω
γὰρ ἐπὶ τὴν φάραγγα
῎Αραβας, καὶ λήψονται αὐτήν.
8 συνῆψε γὰρ ἡ βοὴ τὸ
ὅριον τῆς Μωαβίτιδος τῆς
᾿Αγαλείμ, καὶ ὀλολυγμὸς
αὐτῆς ἕως τοῦ φρέατος τοῦ
Αἰλείμ. 9 τὸ δὲ ὕδωρ τὸ
Ρεμμὼν πλησθήσεται αἵματος·
ἐπάξω γὰρ ἐπὶ Ρεμμὼν
῎Αραβας καὶ ἀρῶ τὸ σπέρμα
Μωὰβ καὶ ᾿Αριὴλ καὶ τὸ
κατάλοιπον ᾿Αδαμά. |