ΗΣΑΪΑΣ
Κεφάλαια
31 ΟΥΑΙ οἱ
καταβαίνοντες εἰς Αἴγυπτον
ἐπὶ βοήθειαν, οἱ ἐφ᾿
ἵπποις πεποιθότες καὶ ἐφ᾿
ἅρμασιν, ἔστι γὰρ πολλά, καὶ
ἐφ᾿ ἵπποις, πλῆθος σφόδρα,
καὶ οὐκ ἦσαν πεποιθότες
ἐπὶ τὸν ἅγιον τοῦ
᾿Ισραὴλ καὶ τὸν Κύριον
οὐκ ἐζήτησαν. 2 καὶ αὐτὸς
σοφῶς ἦγεν ἐπ᾿ αὐτοὺς
κακά, καὶ ὁ λόγος αὐτοῦ
οὐ μὴ ἀθετηθῇ, καὶ
ἐπαναστήσεται ἐπ᾿ οἴκους
ἀνθρώπων πονηρῶν καὶ ἐπὶ
τὴν ἐλπίδα αὐτῶν τὴν
ματαίαν, 3 Αἰγύπτιον ἄνθρωπον
καὶ οὐ Θεόν, ἵππων σάρκας
καὶ οὐκ ἔστι βοήθεια· ὁ
δὲ Κύριος ἐπάξει τὴν
χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς,
καὶ κοπιάσουσιν οἱ βοηθοῦντες,
καὶ ἅμα πάντες ἀπολοῦνται. 4
ὅτι οὕτως εἶπέ μοι
Κύριος· ὃν τρόπον ἐὰν
βοήσῃ ὁ λέων ἢ ὁ
σκύμνος ἐπὶ τῇ θύρᾳ, ᾗ
ἔλαβε, καὶ κεκράξῃ ἐπ᾿
αὐτῇ, ἓως ἂν ἐμπλησθῇ
τὰ ὄρη τῆς φωνῆς αὐτοῦ,
καὶ ἡττήθησαν καὶ τὸ
πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν,
οὕτως καταβήσεται Κύριος
σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ
τὸ ὄρος τὸ Σιών, ἐπὶ τὰ
ὄρη αὐτῆς. 5 ὡς ὄρνεα
πετόμενα, οὕτως ὑπερασπιεῖ
Κύριος σαβαὼθ ὑπὲρ
῾Ιερουσαλήμ, ὑπερασπιεῖ καὶ
ἐξελεῖται καὶ περιποιήσεται
καὶ σώσει. 6 ἐπιστράφητε, οἱ
τὴν βαθεῖαν βουλὴν
βουλευόμενοι καὶ ἄνομον. 7 ὅτι
τῇ ἡμέρᾳ ἐκείνῃ
ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ
χειροποίητα αὐτῶν τὰ
ἀργυρᾶ καὶ τὰ χειροποίητα
τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ
χεῖρες αὐτῶν. 8 καὶ πεσεῖται
᾿Ασσούρ· οὐ μάχαιρα
ἀνδρός, οὐδὲ μάχαιρα
ἀνθρώπου καταφάγεται αὐτόν,
καὶ φεύξεται οὐκ ἀπὸ
προσώπου μαχαίρας· οἱ δὲ
νεανίσκοι ἔσονται εἰς ἥττημα, 9
πέτρᾳ γὰρ περιληφθήσονται
ὡς χάρακι καὶ ἡττηθήσονται,
ὁ δὲ φεύγων ἁλώσεται. Τάδε
λέγει Κύριος· μακάριος ὃς
ἔχει ἐν Σιὼν σπέρμα καὶ
οἰκείους ἐν ῾Ιερουσαλήμ. |