ΗΣΑΪΑΣ
Κεφάλαια
18 ΟΥΑΙ γῆς
πλοίων πτέρυγες ἐπέκεινα
ποταμῶν Αἰθιοπίας, 2 ὁ
ἀποστέλλων ἐν θαλάσσῃ
ὅμηρα καὶ ἐπιστολὰς
βιβλίνας ἐπάνω τοῦ
ὕδατος· πορεύσονται γὰρ
ἄγγελοι κοῦφοι πρὸς ἔθνος
μετέωρον καὶ ξένον λαὸν καὶ
χαλεπόν, τίς αὐτοῦ
ἐπέκεινα; ἔθνος ἀνέλπιστον
καὶ καταπεπατημένον. νῦν οἱ
ποταμοὶ τῆς γῆς 3 πάντες ὡς
χώρα κατοικουμένη·
κατοικηθήσεται ἡ χώρα αὐτῶν
ὡσεὶ σημεῖον ἀπὸ ὄρους
ἀρθῇ, ὡς σάλπιγγος φωνὴ
ἀκουστὸν ἔσται. 4 διότι
οὕτως εἶπέ μοι Κύριος·
ἀσφάλεια ἔσται ἐν τῇ
ἐμῇ πόλει ὡς φῶς καύματος
μεσημβρίας, καὶ ὡς νεφέλη
δρόσου ἡμέρας ἀμήτου
ἔσται. 5 πρὸ τοῦ θερισμοῦ,
ὅταν συντελεσθῇ ἄνθος καὶ
ὄμφαξ ἐξανθήσῃ ἄνθος
ὀμφακίζουσα, καὶ ἀφελεῖ
τὰ βοτρύδια τὰ μικρὰ τοῖς
δρεπάνοις καὶ τὰς κληματίδας
ἀφελεῖ καὶ ἀποκόψει 6 καὶ
καταλείψει ἅμα τοῖς πετεινοῖς
τοῦ οὐρανοῦ καὶ τοῖς
θηρίοις τῆς γῆς. καὶ
συναχθήσεται ἐπ᾿ αὐτοὺς
τὰ πετεινὰ τοῦ οὐρανοῦ,
καὶ πάντα τὰ θηρία τῆς
γῆς ἐπ᾿ αὐτὸν ἥξει. 7 ἐν
τῷ καιρῷ ἐκείνῳ
ἀνενεχθήσεται δῶρα Κυρίῳ
σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου
καὶ τετιλμένου καὶ ἀπὸ
λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν
καὶ εἰς τὸν αἰῶνα
χρόνον· ἔθνος ἐλπίζον καὶ
καταπεπατημένον, ὅ ἐστιν ἐν
μέρει ποταμοῦ τῆς χώρας
αὐτοῦ, εἰς τὸν τόπον, οὗ
τὸ ὄνομα Κυρίου σαβαὼθ
ἐπεκλήθη, ὄρος Σιών. |