ΗΣΑΪΑΣ
Κεφάλαια
20 ΤΟΥ ἔτους
οὗ εἰσῆλθεν Τανάθαν εἰς
῎Αζωτον, ἡνίκα ἀπεστάλη
ὑπὸ ᾿Αρνᾶ βασιλέως
᾿Ασσυρίων καὶ ἐπολέμησε
τὴν ῎Αζωτον καὶ ἔλαβεν
αὐτήν, 2 τότε ἐλάλησε
Κύριος πρὸς ᾿Ησαΐαν υἱὸν
᾿Αμὼς λέγων· πορεύου καὶ
ἄφελε τὸν σάκκον ἀπὸ τῆς
ὀσφύος σου καὶ τὰ
σανδάλιά σου ὑπόλυσαι
ἀπὸ τῶν ποδῶν σου· καὶ
ποίησον οὕτως πορευόμενος
γυμνὸς καὶ ἀνυπόδετος. 3 καὶ
εἶπε Κύριος· ὃν τρόπον
πεπόρευται ὁ παῖς μου
῾Ησαΐας γυμνὸς καὶ
ἀνυπόδετος τρία ἔτη, τρία
ἔτη ἔσται εἰς σημεῖα καὶ
τέρατα τοῖς Αἰγυπτίοις καὶ
Αἰθίοψιν· 4 ὅτι οὕτως ἄξει
βασιλεὺς ᾿Ασσυρίων τὴν
αἰχμαλωσίαν Αἰγύπτου καὶ
Αἰθιόπων, νεανίσκους καὶ
πρεσβύτας, γυμνοὺς καὶ
ἀνυποδέτους, ἀνακεκαλυμμένους
τὴν αἰσχύνην Αἰγύπτου. 5
καὶ αἰσχυνθήσονται
ἡττηθέντες οἱ Αἰγύπτιοι
ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾿
οἷς ἦσαν πεποιθότες οἱ
Αἰγύπτιοι, ἦσαν γὰρ
αὐτοῖς δόξα. 6 καὶ ἐροῦσιν
οἱ κατοικοῦντες ἐν τῇ
νήσῳ ταύτῃ ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ·
ἰδοὺ ἡμεῖς ἦμεν
πεποιθότες τοῦ φυγεῖν εἰς
αὐτοὺς εἰς βοήθειαν, οἳ
οὐκ ἠδύναντο σωθῆναι ἀπὸ
βασιλέως ᾿Ασσυρίων· καὶ
πῶς ἡμεῖς σωθησόμεθα; |