ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'
13 ΚΑΙ
ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν
χιλιάρχων καὶ τῶν
ἑκατοντάρχων, παντὶ
ἡγουμένῳ, 2 καὶ εἶπε Δαυὶδ
τῇ πάσῃ ἐκκλησίᾳ
᾿Ισραήλ· εἰ ἐφ᾿ ὑμῖν
ἀγαθὸν καὶ παρὰ Κυρίου
τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ,
ἀποστείλωμεν πρὸς τοὺς
ἀδελφοὺς ἡμῶν τοὺς
ὑπολελειμμένους ἐν πάσῃ
γῇ ᾿Ισραήλ, καὶ μετ᾿
αὐτῶν οἱ ἱερεῖς οἱ
Λευῖται ἐν πόλεσι κατασχέσεως
αὐτῶν, καὶ συναχθήσονται
πρὸς ἡμᾶς, 3 καὶ
μετενέγκωμεν τὴν κιβωτὸν τοῦ
Θεοῦ ἡμῶν πρὸς ἡμᾶς·
ὅτι οὐκ ἐζήτησαν αὐτὴν
ἀφ᾿ ἡμερῶν Σαούλ. 4 καὶ
εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ
ποιῆσαι οὕτως, ὅτι εὐθὴς
ὁ λόγος ἐν ὀφθαλμοῖς
παντὸς τοῦ λαοῦ. 5 καὶ
ἐξεκκλησίασε Δαυὶδ τὸν
πάντα ᾿Ισραὴλ ἀπὸ
ὁρίων Αἰγύπτου καὶ ἕως
εἰσόδου ῾Ημὰθ τοῦ
εἰσενέγκαι τὴν κιβωτὸν τοῦ
Θεοῦ ἐκ πόλεως ᾿Ιαρίμ. 6
καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ,
καὶ πᾶς ᾿Ισραὴλ ἀνέβη
εἰς πόλιν Δαυίδ, ἣ ἦν τοῦ
᾿Ιούδα, τοῦ ἀναγαγεῖν
ἐκεῖθεν τὴν κιβωτὸν τοῦ
Θεοῦ Κυρίου καθημένου ἐπὶ
Χερουβίμ, οὗ ἐπεκλήθη ὄνομα
αὐτοῦ. 7 καὶ ἐπέθηκαν τὴν
κιβωτὸν τοῦ Θεοῦ ἐφ᾿
ἅμαξαν καινὴν ἐξ οἴκου
᾿Αμαναδάβ, καὶ ᾿Οζὰ καὶ
οἱ ἀδελφοὶ αὐτοῦ ἦγον
τὴν ἅμαξαν. 8 καὶ Δαυὶδ καὶ
πᾶς ᾿Ισραὴλ παίζοντες
ἐναντίον τοῦ Θεοῦ ἐν
πάσῃ δυνάμει καὶ ἐν
ψαλτῳδοῖς καὶ ἐν κινύραις
καὶ ἐν νάβλαις, ἐν τυμπάνοις,
καὶ ἐν κυμβάλοις καὶ ἐν
σάλπιγξι. 9 καὶ ἤλθοσαν ἕως
τῆς ἅλωνος, καὶ ἐξέτεινεν
᾿Οζὰ τὴν χεῖρα αὐτοῦ
τοῦ κατασχεῖν τὴν κιβωτόν,
ὅτι ἐξέκλινεν αὐτὴν ὁ
μόσχος. 10 καὶ ἐθυμώθη Κύριος
ὀργῇ ἐπὶ ᾿Οζὰ καὶ
ἐπάταξεν αὐτὸν ἐκεῖ
διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα
αὐτοῦ ἐπὶ τὴν κιβωτόν,
καὶ ἀπέθανεν ἐκεῖ
ἀπέναντι τοῦ Θεοῦ. 11 καὶ
ἠθύμησε Δαυίδ, ὅτι διέκοψε
Κύριος διακοπὴν ἐν ᾿Οζά,
καὶ ἐκάλεσε τὸν τόπον
ἐκεῖνον Διακοπὴ ᾿Οζὰ ἕως
τῆς ἡμέρας ταύτης. 12 καὶ
ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ,
λέγων· πῶς εἰσοίσω τὴν
κιβωτὸν τοῦ Θεοῦ πρὸς
ἐμαυτόν; 13 καὶ οὐκ
ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν
πρὸς ἑαυτὸν εἰς πόλιν
Δαυίδ, καὶ ἐξέκλινεν
αὐτὴν εἰς οἶκον
᾿Αβεδδαρὰ τοῦ Γεθθαίου. 14
καὶ ἐκάθισεν ἡ κιβωτὸς
τοῦ Θεοῦ ἐν οἴκῳ
᾿Αβεδδαρὰ τρεῖς μῆνας·
καὶ εὐλόγησεν ὁ Θεὸς
᾿Αβεδδαρὰ καὶ πάντα τὰ
αὐτοῦ. |