ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'
3 ΚΑΙ
οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ
τεχθέντες αὐτῷ ἐν Χεβρών·
ὁ πρωτότοκος ᾿Αμνὼν τῇ
᾿Αχιναὰμ τῇ ᾿Ιεζραηλίτιδι,
ὁ δεύτερος Δαμνιὴλ τῇ
᾿Αβιγαίᾳ τῇ Καρμηλίᾳ, 2
ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς
Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως
Γεδσούρ, ὁ τέταρτος ᾿Αδωνία
υἱὸς ᾿Αγγίθ, 3 ὁ πέμπτος
Σαφατία τῆς ᾿Αβιτάλ, ὁ
ἕκτος ᾿Ιεθραὰμ τῇ ᾿Αγλᾷ
γυναικὶ αὐτοῦ. 4 ἓξ
ἐγεννήθησαν αὐτῷ ἐν
Χεβρών, καὶ ἐβασίλευσεν
ἐκεῖ ἑπτὰ ἔτη καὶ
ἑξάμηνον. καὶ τριάκοντα καὶ
τρία ἔτη ἐβασίλευσεν ἐν
῾Ιερουσαλήμ. 5 καὶ οὗτοι
ἐτέχθησαν αὐτῷ ἐν
῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ,
Νάθαν καὶ Σαλωμών, τέσσαρες
τῇ Βηρσαβεὲ θυγατρὶ ᾿Αμιήλ,
6 καὶ ᾿Ιεβαὰρ καὶ ᾿Ελισὰ
καὶ ᾿Ελιφαλὴθ 7 καὶ Ναγαὶ
καὶ Ναφὲκ καὶ ᾿Ιαφιὲ 8 καὶ
῾Ελισαμὰ καὶ ᾿Ελιαδὰ καὶ
᾿Ελιφαλά, ἐννέα. 9 πάντες
υἱοὶ Δαυίδ, πλὴν τῶν
υἱῶν τῶν παλλακῶν, καὶ
Θημὰρ ἀδελφὴ αὐτῶν. 10
υἱοὶ Σαλωμών· Ροβοάμ,
᾿Αβιὰ υἱὸς αὐτοῦ,
᾿Ασὰ υἱὸς αὐτοῦ,
᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ, 11
᾿Ιωρὰμ υἱὸς αὐτοῦ,
᾿Οχοζίας υἱὸς αὐτοῦ,
᾿Ιωὰς υἱὸς αὐτοῦ, 12
᾿Αμασίας υἱὸς αὐτοῦ,
᾿Αζαρίας υἱὸς αὐτοῦ,
᾿Ιωάθαμ υἱὸς αὐτοῦ, 13
῎Αχαζ υἱὸς αὐτοῦ,
᾿Εζεκίας υἱὸς αὐτοῦ,
Μανασσῆς υἱὸς αὐτοῦ, 14
᾿Αμὼν υἱὸς αὐτοῦ,
᾿Ιωσία υἱὸς αὐτοῦ. 15
καὶ υἱοὶ ᾿Ιωσία·
πρωτότοκος ᾿Ιωανάν, ὁ
δεύτερος ᾿Ιωακίμ, ὁ τρίτος
Σεδεκίας, ὁ τέταρτος Σαλούμ. 16
καὶ υἱοὶ ᾿Ιωακίμ·
᾿Ιεχονίας υἱὸς αὐτοῦ,
Σεδεκίας υἱὸς αὐτοῦ. 17
καὶ υἱοὶ ᾿Ιεχονία·
᾿Ασίρ, Σαλαθιὴλ υἱὸς
αὐτοῦ, 18 Μελχιρὰμ καὶ
Φαδαΐας καὶ Σανεσὰρ καὶ
᾿Ιεκεμία καὶ ῾Ωσαμὰθ καὶ
Ναβαδίας. 19 καὶ υἱοὶ
Σαλαθιήλ· Ζοροβάβελ καὶ
Σεμεΐ. καὶ υἱοὶ
Ζοροβάβελ· Μοσολλὰμ καὶ
᾿Ανανία καὶ Σαλωμεθὶ
ἀδελφὴ αὐτῶν 20 καὶ
᾿Ασουβὲ καὶ ᾿Οὸλ καὶ
Βαραχία καὶ ᾿Ασαδία καὶ
᾿Ασοβέδ, πέντε. 21 καὶ υἱοὶ
᾿Ανανία· Φαλεττία καὶ
᾿Ιεσίας υἱὸς αὐτοῦ,
Ραφὰλ υἱὸς αὐτοῦ,
᾿Ορνὰ υἱὸς αὐτοῦ,
᾿Αβδία υἱὸς αὐτοῦ,
Σεχενίας υἱὸς αὐτοῦ. 22
καὶ υἱὸς Σεχενία, Σαμαΐα,
καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς
καὶ ᾿Ιωὴλ καὶ Βερρὶ καὶ
Νωαδία καὶ Σαφάθ, ἓξ. 23 καὶ
υἱοὶ Νωαδία· ᾿Ελιθενὰν
καὶ ᾿Εζεκία καὶ ᾿Εζρικάμ,
τρεῖς. 24 καὶ υἱοὶ
᾿Ελιθενάν· ᾿Οδολία καὶ
῾Ελιασεβὼν καὶ Φαδαΐα καὶ
᾿Ακοὺβ καὶ ᾿Ιωανὰν καὶ
Δαλααΐα καὶ ᾿Ανάν, ἑπτά. |